Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεαως, καὶ ἐπλάνησαν Aἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἄμα.

καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐρὰν καὶ ἀρχὴν καὶ τέλος.

Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου σαβαὼθ ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς.

καὶ ἔσται ἡ χώρατῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβηθρον· πᾶς ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλὴν ἣν βεβούλευται Κύριος ἐπʼ αὐτήν.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰ γύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Καναανείτιδι καὶ ὀμνύντες τῷ ὀνόματι Κυρίου· πόλις ἀσεδέκ κληθήσεται ἡ μία πόλις.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ,