Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος θυγατρὸς Σειών;

ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νοσσὸς ἀφῃρημένος, ἔσῃ, θυγάτηρ Μωάβ· ἐπὶ τάδε. Ἀρνῶν. πλείονα

βουλεύου, ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν· μὴ ἀχθῇς.

παροικήσουσίν σοι οἱ φυγάδες Μωάβ· ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἀπὸ τῆς γῆς.

καὶ διορθωθήσεται μετʼ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπʼ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυείδ, κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην.

Ἠκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῆρα. οὐχ οὕτως ἡ μαντία σου, οὐχ οὕτως.

ὀλολύξει Μωάβ, ἐν γὰρ τῇ Μωαβείτιδι πάντες ὀλολύξουσιν· τοῖς κατοικοῦσιν Δέσεθ μελετήσεις, καὶ οὐκ ἐντραπήσῃ.