Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἀναβήσομαι ἐπάνω τῶν νεφῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.

νῦν δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς.

οἱ ἰδόντες σε θαυμάσονται ἐπὶ σοὶ καὶ ἐροῦσιν Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, σείων βασιλεῖς,

ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τὰς πόλεις αὐτοῦ καθεῖλεν, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν.

πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ·

σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδελυγμένος, μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν,

οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν.

ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτῶν, ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν κληρονομήσωσιν καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων.

καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος σαβαώθ, καὶ ἀπολῶ [*](U+05D0AQΓ) [*](9 παντες U+05D0Q | βασιλις U+05D0* (-λεις U+05D0c.b) 11 κατεβη] + δε U+05D0A | σου ευφροσυνη Q | σου 4⁰] οι π΄ κατα Ωρ. σου Qᵐᵍ 12 εις] επι Γ | ο αποστελλων] om ο U+05D0 | προς] εις U+05D0* (προς U+05D0c.a, c.b) | εθη U+05D0* (εθν. U+05D0vid¹) 13 τη διανοια] τη καρδια U+05D0 pr εν U+05D0AQ | αστρων U+05D0AQΓ | μου] μ rescr Aᵃ | τα προς βορραν] om τα U+05D0* (hab U+05D0c) 14 νεφων] νεφελων U+05D0AQΓ 15 αδην] αδου U+05D0A | τα θεμελια της γης] α᾿θ᾿ μηρους λακκου Qmg 16 θαυμασονται] θαυμασουσιν U+05D0AQΓ | ο παροξυνων] σ΄ [?ο] κλονων σ΄ ο ταραξας θ΄ ο παροργιζων Qᵐᵍ 17 om και τας π. αυτ. καθειλεν A | πολις U+05D0* (-λεθς U+05D0c.b) Q* om αυτου U+05D0Q | εν επαγωγη] οι γ + αυτου οι λ΄ δεσμιους Qᵐᵍ 18 ανθρωπος] εκαστος A σ΄ εκαστος α΄θ΄ ανηρ Qᵐᵍ 19 ορεσιν] εθνεσιν Γ αδου] αδην Γ τροπον] + γαρ U+05D0c.a (postea ras) εν αιματι ιματιον A 20 om ου μη μεινῃς εις τ. αιωνα χρ. Q* (hab Qmg) αιωναν U+05D0* | σπ. πον. c seqq coniung A 21 σφαγηναι τα τεκνα σου A | πατρος] α΄σ΄ πατερων θ΄ πατρος Qmg | ουτων] σου U+05D0AQ* (αυτ. Qᵐᵍ) Γ | α΄ σ΄θ΄ αυτων Qmg κληρονομησουσιν U+05D0Γ | εμπλησωσι την γην πολεμων] α΄ πληρωσωσι προσωπο οικουμενης πολεων θ΄ πληρ. το προσ, της οικ. πολεων σ΄ πληρωσουσι το προσ. της οικ. πολεων Qᵐᵍ 22 επαναστησομαι] α sub ras U+05D01)

127
αὐτῶν ὄνομα καὶ κατάλιμμα καὶ σπέρμα· τάδε λέγει Κύριος.

καὶ [*](B) Θήσω τὴν Βαβυλωνίαν ἔρημον ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτήν πηλοῦ βάραθρον εἰς ἀπώλειαν.

Τάδε λέγει Κύριος σαβαώθ Ὃν τρόπον εἴρηκα οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι οὕτως μενεῖ,

τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίοις ἐπὶ τῆς γῆς τῆς ἐμῆς καὶ ἐπὶ τῶν ὀρέων μου· καὶ ἔσονται εἰς κατατάτημα, καὶ ἀφαιρεθήσεται ἀπʼ αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται.

αὕτη ἡ βουλὴ ἣν βεβούλευται Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη.

ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει;