Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ θεὸν ἰσχύοντα.

καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλιμμα αὐτῶν σωθήσεται· λόγον συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ,

ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ.

Διὰ τοῦτο τάδε λέγει Κύριος σαβαώθ Μὴ φοβοῦ, ὁ λαός [*](¶Γ) μου, οἱ κατοικοῦντες ¶ ἐν Σειών, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐπάγω ἐπὶ σέ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.

ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν·

καὶ ἐγερεῖ ὁ θεὸς ἐπʼ αὐτοὺς κατὰ τὴν πληγὴν Μαδιαμ ἐν τόπῳ θλίψεως. καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὀδὸν τὴν κατʼ Aἴγυπτον.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφαιρεθήσεται ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὥμων ὑμῶν.

ἥξει γὰρ εἰς τὴν πόλιν Ἀγγαί,

καὶ παρελεύσεται εἰς Μαγεδώ, καὶ ἐν Μαχμὰς θήσει τὰ πκεύη αὐτοῦ· καὶ παρελεύσεται φάραγγα καὶ ἥξει εἰς [*](U+05D0ΑQΓ) [*](18 αποσβεθ. U+05D0 οι βουνοι] οι δρυμοι A αι β. Γ δρυμοι] δροιμοι U+05D0* (δρυμ. U+05D0c a, c.b) βουνοι A φευγων 2⁰] φυων ut vid U+05D0* mox φευων (φευγων U+05D0c) 19 αριθμω Qᵃ και 2⁰] sup κα ras aliq (sign ut vid) U+05D0? παιδιον] σʼ παιδιο θʼ παιδαριον α’ παις Qᵐᵍ 20 εσται bis scr B om εν Γ Ισραηλ 1⁰] pr του U+05D0c.a Γ πεποιθοτες] πεποιτες U+05D0* .θοτες U+05D0c.a αλλ U+05D0AQ 21 θεον] λαον Γ 22 ο λαος] + (θʼ) σου Qᵐᵍ καταλειμμα BᵃᵇAQᵃ om ουτων AQ* (hab Qᵐᵍ) λογον] + γαρ U+05D0AQΓ 23 συντετετμημενον A Κυριος] ο θς U+05D0AQΓ οι γ ?? κς τω δυναμεω α᾿ (ut vid) στρατιω θʼσʼ ομοιως τοις ο᾿ Qᵐᵍ 24 Κυριος] + ο θς U+05D0* (κς sine ο θς ut vid U+05D0c.b κς κς U+05D0c.c) AΓ οι γ᾿ ?? κς Qᵐᵍ Σιων BᵇU+05D0AQΓ om εν2⁰ Q* (hab εν Qᵐᵍ) πλην U+05D0* (πληγην U+05D0c.a) επαγω] pr εγω U+05D0Q επαξω Q* (α’ αρει θσʼ επορει Qᵐᵍ) 25 η οργη] om η U+05D0* (superscr U+05D0¹⁽ ⁱᵈ) 26 εγερει] επε- γερει U+05D0AQᵃ επεγειρει Q* ο θεος επ αυτους] αυτους 0 θς U+05D0* επ αυτ. ο θς U+05D0c.aQ ο θεος] πιπι θ᾿ ?? των δυναμεω ᵐᵍ Μαδιαμ] pr την U+05D0A Εγυπτον U+05D0* (Αιγ. U+05D0c.ᵇ α.c.b ) 27 ζυγος 1⁰] ηφοβος U+05D0AQ om του ωμου U+05D0AQ | φοβος] ζυγος U+05D0A σου 2⁰] pr του ωμου U+05D0AQ καταφθαρησεται] καταρ inceb U+05D0* καταφθ. U+05D01?c2 καταφθ. ο ζυγος] θʼ διαηφθαρησεται κλοιος Qᵐᵍ ζ υγος 2⁰] + αυτω (ω sup ras U+05D0¹) U+05D0 | των ωμων υμων] ων ωμων υ sup ras U+05D01 29 Μαγεδω] Μακεδω U+05D0* (Μαγ. U+05D0c. a, c.b) Μαγεδδω A θʼ Μαγεδων α᾿ σʼ ӄ το εβραικον Μαγρω Qᵐᵍ Μαχμα U+05D0* (μας U+05D0c) αυτου] ουτων U+05D0* (που U+05D0c.a c.b ))

121
Ἀγγαί, φόβος λήμψεται Ῥαμὰ πόλιν Σαούλ. φεύξεται

ἡ θυγάτηρ [*](Β) Γαλείμ, ἐπακούσεται ἐν Σά, ἐπακούσεται ἐν Ἀναθώθ·