Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸυ θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ.

καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ θεὸν ἰσχύοντα.

καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλιμμα αὐτῶν σωθήσεται· λόγον συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ,

ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ.

Διὰ τοῦτο τάδε λέγει Κύριος σαβαώθ Μὴ φοβοῦ, ὁ λαός [*](¶Γ) μου, οἱ κατοικοῦντες ¶ ἐν Σειών, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐπάγω ἐπὶ σέ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.

ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν·

καὶ ἐγερεῖ ὁ θεὸς ἐπʼ αὐτοὺς κατὰ τὴν πληγὴν Μαδιαμ ἐν τόπῳ θλίψεως. καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὀδὸν τὴν κατʼ Aἴγυπτον.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφαιρεθήσεται ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὥμων ὑμῶν.

ἥξει γὰρ εἰς τὴν πόλιν Ἀγγαί,