Malachias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀρέσει τῷ κυρίῳ θυσία Ἰούδα καὶ Ἰερουσαλὴμ καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος καὶ καθὼς τὰ ἔτη τὰ ἔμτπροσθεν.

καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονου. λίζοντας ὄρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος Παντοκράτωρ.

διότι ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι.

Καὶ ὑμεῖς, υἱοὶ Ἰακώβ, οὐκ ἀπέχεσθε ¹ἀπὸ τῶν ἀδικιῶν τῶνπατέρων ὑμῶν, ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐφυλάξασθε. ἐπιστρέψατε πρὸς μέ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος ὁ Παντοκράτωρ. καὶ εἵπατε Ἐν τίνι ἐπιστρέψωμεν;

μήτι πτερνιεῖ ἄνθρωπος θεόν; διότι ὑμεῖς πτερνίζετέ με. καὶ ἐρεῖτε Ἐν τίνι ἐπτερνίσαμέν σε; ὅτι τὰ ἐπιδέκατα καὶ αἱ ἀπαρχαὶ μεθʼ ὑμῶν εἰσιν·

καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε, καὶ ἐμέ ὑμεῖς πτερνίζετε. τὸ ἔτος συνετελέσθη,

καὶ εἰσηνέγκατε πάντα ἐκφόρια εἰς τοὺς θησαυρούς, καὶ ἔσται ἡ διαρπαγὴ αὐτοῦ ἐν τῷ οἴκῳ αὐτοῦ. ἐπισκέψασθε δὴ ἐν τούτῳ, λέγει Κύριος Γαντοκράτωρ· ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταὸάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου ἕως τοῦ ἱκανωθῆναι·