Malachias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους. καὶ εἴπατε Ἐν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα Κυρίου ἠλισγημένη ἐστίν, καὶ τὰ ἐπιτιθέμενα ἐξουδενώσατε.

διότι [*](U+05D0AQ) [*](Ιnscr Μαλαχιας ιβ BU+05D0AQ I 1— 2 εν χειρι... υμας] obelos adpinx et in mg ου κ΄ π΄ Εβρ΄ Bᵃ (non b) 2 ημας] υμας U+05D0* (ημ. U+05D0c.a, c.b) | Ιακωβ 2⁰] + λεγει κς U+05D0 4 Ιδουμεα U+05D0 | τας] τα U+05D0* τας U+05D0¹ ερημους] ερημωμενας αυτης U+05D0c.a ερημωμενας U+05D0c.b et postea ηρημωμενας AQ οικοδομησουσι Qᵃ | και εγω] καγω Q 5 οφθαλμοι] pr οι U+05D0A | των] τεν U+05D0* (των U+05D0c.a, c.b) 6 αυ- του] + φοβηθησεται U+05D0c.a (postea ras) 7 και ειπατε] in mg ras asterisc B? | ηλισγημενη (-νην B*)] εξουδενωμενη U+05D0c.a, c.b Q | εστι Qᵃ: item 10, 12, 13 | και τα επιτ.] in mg ras asterisc B? | επιθενα U+05D0* επιθεμενα U+05D0¹, c.a | εξου- δενωσατε] βρωματα εξουδενωνται U+05D0c.b (postea revoc εξουδενωσατε) βρωματα εξουδενωμενα AQ)

95
ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε [*](B) χωλὸν ἤ ἄρρωστον, οὐ κακόν ; προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεταί σε, εἰ λήμψεται πρόσωπόν σου, λέγει Κύριος Παντοκράτωρ.

καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσαωπον τοῦ θεοῦ ὑμῶν καὶ δεήθητε αὐτοῦ· ἐν χερσὶν ὑμῶν γέγονεν ταῦτα· εἰ λήμψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν; λέγει Κύριος Παντοκράτωρ.

διότι καὶ ἐν ὑμῖν συνκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψεται τὸ θυσιαστήριόν μου δωρεάν· οὐκ ἔστιν μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος Παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν.

διότι ἀπ᾿ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, §λέγει Κύριος Γαντοκράτωρ.

ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέλ [*](§ Γ) γειν ὑμᾶς Γράπεζα Κυρίου ἠλισγημένη ἐστίν, καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωνται βρώματα αὐτοῦ.

καὶ εἵπατε Γαῦτα ἐκ κακοπαθίας ἐστίν. καὶ ἐξεφύσησα αὐτά, λέγει Κύριος Ιαντοκράτωρ. καὶ εἰσεφέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα· καὶ ἐὰν φέρητε τὴν θυσίαν, εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν; λέγει Κύριος Ιαντοκράτωρ.