Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν πρὸς μέ Οὐκ οἶδας τί ἐστιν ταῦτα; καὶ εἶπα Οὐχί, κύριε.

καὶ εἶπεν Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν κυρίῳ πάσης τῆς γῆς.

Καὶ ἐπέστρεψα καὶ ἤρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδού δρέπανον πετόμενον.

καὶ εἶπεν πρὸς μέ Τί σὺ βλέπεις; καὶ εἶπα Ἐγὼ ὁρῶ δρέπανον πετόμενον μήκους πήχεων εἴκοσι καὶ πλάτους πήχεων δέκα.

καὶ εἶπεν πρὸς μέ Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσαοπον πάσης τῆς γῆς· διότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἐκδικηθήσεται.

καὶ ἐξοίσω αὐτό, λέγει Κύριος Παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ.

Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρὸς μέ Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τὸ ἐκπορευόμενον τοῦτο.

καὶ εἶπα Τί ἐστιν; καὶ εἶπεν Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. καὶ εἶπεν Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ.