Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις Κυρίου μεγάλη ἐπʼ αὐτούς· καὶ ἐπιλήμψονται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ, καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς τὴν χείρα τοῦ πλησίον αὐτοῦ.

καὶ Ἰούδας παρατάξεται ἐν Ἰερουσαλήμ, καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόθεν, χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆθος σφόδρα.

καὶ αὕτη ἔσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμιόνων καὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν τῶν ὄντων ἐν ταῖς παρεμβολαῖς ἐκεί ναις, κατὰ τὴν πτῶσιν ταύτην.

καὶ ἔσται ὅσοι ἐὰν καταλιφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἰερουσαλήμ, καὶ ἀναβήσονται κατ ἐυιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ Γαντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας.

καὶ σται, ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν φυλῶν τῆς γῆς εἰς Ἰερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ Παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται.

ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδέ ἔλθῃ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις ἣν πατάξει Κύριος πάντα τὰ ἔθνη ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.

αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ὄν μὴ ἀναβῇ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ κυρίῳ Ταντοκράτορι· καὶ ἔσονται οἱ λέβητες ἐν τῷ οἴκῳ Κυρίου ὡς φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου·

καὶ ἔσται πᾶς λέβης ἐν Ἰερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ ἅγιος τῷ κυρίῳ Ιαντοκράτορι· καὶ ἥξουσιν πάντες οἱ θυσιάζοντες καὶ λήμψονται ἐξ αὐτῶν καὶ ἑψήσουσιν ἐν αὐτοῖς, καὶ οὐκ ἔσται Καναναῖος ἔτι ἐν τῷ οἴκῳ Κυρίου Ιαντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.