Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἴδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσεται τὰ σκῦλά σου ἐν σοί·

καὶ ἐπισυνάξω πάντα ἔθνη ἐπὶ Ἰερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναίκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δέ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως.

καὶ ἐξελεύσεται Κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.

[*](4 προφήται] π, η sup ras U+05D0¹ 5 διότι] ὅτι Qa om ανθρωπος U+05D0AQΓ εργαζομενος την γην εγω ειμι οτι AQΓ 6 ερει 1⁰] ερω AQ om αυται U+05D0* (hab U+05D0c.a) χειρων] adnot ωμων U+05D0c mg postea ras επληη Γᵛⁱᵈ |του αγαπητου A 7 τους ποιμενας (1⁰)] τον ποιμεναν U+05D0c.b τον ποιμαινα AQᵃ τον ποιμενα QᵃΓ πολιτην] πολεμηστην U+05D0* (πολιτην rebos U+05D0c) | μου 2⁰] αυτου U+05D0c.(a vid) (postea μου) AQΓ παταξατε] παταξον U+05D0c.b ⁽ᵛⁱᵈ⁾ AQ τους ποιμενας 2⁰] τον ποιμςνα U+05D0c.a, c.b AQΓ και 2⁰] + διασκορ- πισθησονται (-θητωσαν Qᵃ) τα προβατα Q εκσπασατε] εκπασατε U+05D0* (εκσπ. correcturus erat U+05D0c sed ruts del σ) διασκορπισθητω U+05D0c.a διασκορπισθητωσαν U+05D0 c.b Γ διασκορπισθησο ται A προβατα] + της ποιμνης A επαξω] επιστρεψω U+05D0 c.b | μικρους] pr ποιμενας τους Bᵃ (improb postea revoc U+05D0?) ποιμενας AQΓ 8 παση τη γη] τη ημερα εκεινη U+05D0c.b AΓ αυτης] asterisc adpinx Bᵃ (non inst Bᵇ om Q 9 τo τριτον] το το τρ. U+05D0* (το τρ. U+05D0c.a c.b) | το κρυσιον sup ras A?ᵛⁱᵈ ονομα] τ inceb U+05D0* (improb τ U+05D0¹) καγω] και εγω AΓ εστι Qa XIV 1 ερχον (sic) Γᵛⁱᵈ διαμερισθησονται U+05D0* ( σεται U+05D0c.b) A σου] σοι inceb B* (σου ᵍ¹) sup ras Οᵛⁱᵈ 2 ἔθνη] pr τα BAΓ κααλοιποι B* (καταλ. U+05D01et postea λαου sup ras A? εξολεθρευθωσιν U+05D0ΑQ 3 ημερα 1⁰] ημεραι A αι ημεραι Γ)
92
[*](B)

καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἰερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ θάλασσαν, χάος μέγα σφόδρα· καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βορρᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον·

καὶ φραχθήσεται ἡ φάραγξ ὀρέων μου, καὶ ἐνκολληθήσεται φάραγξ ὀρέων ἕως Ἰασόδ, καὶ ἐνφραχθήσεται καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ, ἐν ἡμέραις ζείου βασιλέως Τοὐδα· καὶ ἤξει Κύριος ὁ θεός μου, καὶ πάντες οἱ ἅγιοι μετʼ αὐτοῦ.

καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς καὶ ψύχη καὶ πάγος·

ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίᾳῳ, καὶ οὐχ ἡμἐρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.

καὶ ἐν τῇ ἡμἰρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴυ θάι λασσον τὴν ἐσχάτην, καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως.

καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἰς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν,