Aggaeus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω, πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθου ἐν τῷ ναῷ Κυρίου,

τίνες ἦτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγένετο κριθῆς δέκα σάτα, καὶ εἰσεπορεύεσθε εἰς [*](U+05D0ΑQΓ) [*](5 το πνευμα] om το Γ 6 διοτι] +ταδε AQ Παντοκρατωρ] pr ο U+05D0* (improb ο U+05D0c.a, c.b) om και 2⁰ U+05D0* (hab U+05D0c.a) 7 συσσεισω BᵃᵇQᵃ εκλεκτα] επιλεκτα Γ πλησω] πληρωσω AΓ 9 ειρηνην 2⁰] ειρηνης A κτιζοντι] κτισαντι Γ 10 του ενατου μηνος] μηνι τω ενατω AΓ τω μηνι τω εν. Q Δαρειου BᵃᵇQᵃΓ Αγγεον U+05D0 11 επερωτησον] + δη U+05D0c.b 12 αγιον] αγριον U+05D0*vid η εψεματος η οινου] η οινου η εψ. U+05D0c.b (vid) η εψ. τ[ου] οιν. Γᵛⁱᵈ εψηματος U+05D0c.b om ει U+05D0? (postea revoc) 13 Αγγεος U+05D0 μεμιασμενος U+05D0Γ ακαθαρτος] om U+05D0c.b pr η AQ επι ψυχη] ψυχη επι ψυχη A ψυχη επι ψυχην Q επι 2⁰] απο AQ 14 Αγγεος U+05D0 | εμου] μου Q εαν] αν Q ενγιση U+05D0 | εκει] αυτων Q om αυτων Γ πονων] πονηριων U+05D0c.a 15 εις] επι U+05D0c.bAQΓ περανω προ] επανω A om προ A 16 κριθης 1⁰] post ι 2 fort lilt ras A? εγενετο] εγινετο Q κριθης δεκα σατα] δεκα σατα κρ. U+05D0c.b)

73
τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς, καὶ ἐγένοντο εἴκοσι.

[*](B)

ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ, πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρὸς μέ, λέγει Κύριος.

ὑποτάξατε δὴ τὰς καρδίας¶ ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης [*](¶ Γ) καὶ ἐπέκεινα, ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐυάτου μηνός, καὶ ἀπὸ τῆς ἡμέρας ἧς τεθεμελίωται ὁ ναὸς Κυρίου· θέσθε ἐν ταῖς καρδίαις ὑμῶν,

εἰ ἐπιγνωσθήσεται ἐπὶ τῆς ἃλω, καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥοὰ καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν· ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.

Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς Ἁγγαῖον τὸν πρὸφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων

Εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα λέγων Ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν,

καὶ καταστρέψω θρόνους βασιλέων, καὶ ὀλεθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν, καὶ καταστρέψω ἄρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάτοι αὐτῶν ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Παντοκράτωρ, λήμψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν δοῦλόν μου, λέγει Κύριος. καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σέ ᾑρέτισα, λέγει Κύριος Παντοκράτωρ.