Sophonias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα· φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται, δυνατή.

ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης,

ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς.

καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ κυρίῳ ἐξήμαρτον· καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν, καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα·

καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. καὶ ἐν πυρὶ ζήλους αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.

[*](9 εκδικησω] + επι παντας U+05D0AQ | προπυλα U+05D0* c.b] προπυλαια U+05D0c.a | om U+05D0AQ θεου U+05D0c.b pr του AQ | ασεβειας (-βιας U+05D0)] ανομιας A | δολους U+05D0* (δολου U+05D01(vid)) 10 εκεινη τη ημερα U+05D0c.a (mox τη ημ. εκ. restit) AQ | κραυης U+05D0* (-γης U+05D0c.a): item 16 | om και 2⁰ A 11 θνηνησατε U+05D0* (θρην. U+05D0c.a, c.b) | ομοιωθη U+05D0 12 εκεινη τη ημερα AQ | om δε U+05D0AQ | om εν ταις καρδιαις αυτων A | αγα- θοποιησει U+05D0 (-σι) Q* (-ση Qᵃ) | ουδε] ουδ ου AQ | κακωσει U+05D0Q* (-ση Qa) 13 οι] ο Q* (οι Qᵃ) | καταφυτευσωσιν AQ* (-σουσιν Qᵃ) | πιωσι Qᵃ 14 η- μερα] pr η U+05D0AQa | μεγαλα A*ᵛⁱᵈ | σκηρα U+05D0* (σκλ. U+05D0c.ᵃ) | δινατη U+05D0* (δυν. U+05D0c.ᵃ) 15 om ημερα θλιψεως και αναγκης A | αωριας] ταλαιπωριας U+05D0c.b 16 τας πολεις] τας πολις U+05D0* (-λεις U+05D0c.b) om τας Q* ᵛⁱᵈ (hab Qa) | οχυρας] ισχυρας A | om και 2⁰ A 18 δυνηται] δυνωνται U+05D0* (-νηται U+05D0c.b) | εξελεσθαι] pro σ incep vid ξ A* | και 3⁰] οτι Q | ζηλου Q | αυτου] αυτους A* (-του Aᵃ?) | συντελιαν U+05D0* (-λειαν U+05D0c.b) | τους κατοικ.] του κατοικ. U+05D0* (τους U+05D0c.b nisi iam antea))
66
[*](B)

Συνάχθητε καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον,

πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐφʼ ὑμᾶς ὀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφʼ ὑμᾶς ἡμέραν θυμοῦ Κυρίου.

ζητήσατε τὸν κύριον, πάντες ταπεινοὶ γῆς· κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε, καὶ ἀποκρίνεσθε αὐτά, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.

Διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων εἰς ἀφανισμόν, καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται, καὶ Ἀκκαρὼν ἐκριζωθήσεται.

οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν· λόγος Κυρίου ἐφʼ ὑμᾶς Χανάαν, γῆ ἀλλοφύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας·

καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων,

καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ἰούδα· ἐπʼ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκάλωνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ἰούδα, ὅτι ἐπέσκεπται αὐτοὺς Κύριος ὁ θεὸς αὐτῶν, καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν.

Ἤκουσα ὀνειδισμοὺς Μωὰβ καὶ κονδυλισμοὺς υἱῶν Ἀμμών, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου.