Nahum

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐκ [*](Inscr Ναουμ ζ BU+05D0AQ I 1 Ελκαισεου U+05D0* Ελκεσεου U+05D0c.b 2 Κυ- U+05D0AQ ριος 1⁰] + εκδικων Bᵃᵇ | εκδικων 2⁰] pr και U+05D0c.a | om Κυριος 2⁰ Q 3 αθωον] αθοων U+05D0c.a, c.b AQa αθοον Q* | αθοωσει B*U+05D0AQ* (αθωωσ. BᵇQᵃ) | συντελια U+05D0* (-λεια U+05D0c.b) | συσσεισμω BᵃᵇU+05D0Qᵃ 4 ωλιγθη BᵇU+05D0* (ολιγ. U+05D0c.a a, c.b A τα εξανθουντα] pr παντα U+05D0c.b ᵇ εξελειπεν AQ 5 απ] υπ Q* | om και οι βουνοι εσαλευθησαν και α U+05D0* (hab U+05D0¹?ᵃ? partim rescr partim inst U+05D0c.a c) ανεσταλη] ανεστη U+05D0c.b (ανεσταλ. revoc U+05D0c.c ) συνπασα U+05D0Α 6 om οργης Q* ᵛⁱᵈ (hab Qᵃ⁽ᵐᵍ) 8 ποριας U+05D0 | συντελιαν U+05D0* (- λειαν U+05D0c.b item 9 9 om τι ᵃ* (superscr Qᵃ) ποιησεται] ποιησει U+05D0c.b 9— 10 om ουκ εκδικησει.. .χερσωθησεται U+05D0* (hab U+05D0c.a, c.b) 10 αυτου] αυτης U+05D0c.a, c.b ουτων A χερσωθησονται A ωσμιλας U+05D0* (ως σμιλαξ U+05D0c.b) ωσμιλαξ A 11 εκ σου] εξ ου U+05D0)

54
[*](B) σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ κυρίου πονηρά, βουλευόμενος ἐναντία.

τάδε λέγει Κύριος κατάρχων ὑδάτων πολλῶν Καὶ οὕτως διασταλήσονται, καὶ ἡ ἀκοὴ σου οὐκ ἐνακουσθήσεται ἔτι.

καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ, καὶ τοὺς δεσμοὺς διαρήξω·

καὶ ἐντελεῖται ὑπέρ σοῦ Κύριος, οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι· ἐξ οἴκου θεοῦ σου ἐξολεθρεύσω τὰ γλυπτά, καὶ χωνευτὰ θήσομαι ταφὴν σου· ὅτι ταχεῖς.

δοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην· ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τὰς εὐχάς σου, διότι οὐ μὴ προσθήσωσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν.

Συντετέλεσται, ἐξῆρται·

ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενος ἐκ θλίψεως. σκόπευσον ὁδόν, κράτησον ὀσφύος, ἄνδρισαι τῇ ἰσχύι σφόδρα·

διότι ἀπέστρεψεν Κύριος τὴν ὕβριν Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ, διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν διέφθειραν.

ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων, ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται

ἐν ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἄρματα καὶ συνπλακήσονται ἐν ταῖς πλατείαις· ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαι.