Michaeas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἔσται ἡ γἡ εἰς ἀφανισμὸν σὺν τοῖς κατοικοῦσιν αὐτήν, ἀπὸ καρπῶν ἐπιτηδευμάτων αὐτῶν.

ΓΓΙοίμαινε λαόν σου ἐν ὸάβδῳ σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας καθʼ θαυτοὺς δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου· νεμήσονται τὴν Bασανεῖτιν καὶ τὴν Γαλααδεῖτιν καθὼς αἱἡμέραι τοῦ αἰῶνος.

καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου ὄψεσθε θαυμαστά·

ὄψονται ἔθνη καὶ καταισχυνθήσονται καὶ ἐκ πάσης τῆς ἰσχύος αὐτῶν, ἐπιθήσουσιν χεῖρας ἐπὶ τὸ στόμα αὐτῶν, τὰ ὦτα αὐτῶν ἀποκωφωθήσονται,