Michaeas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Οἵμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτῳ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα. οἵμοι ψυχή,

ὅτι ἀπόλωλεν εὐσεβὴς ἀπὸ τῆς γῆς. καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ,

ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτῆς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν. καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν

ὁὡς σής ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρᾳ σκοπιᾶς. οὐαὶ οὐαί, αἱ ἐκδικήσεις σου ἤκασιν, νῦν ἔσονται κλαυθμοὶ αὐτῶν.

μὴ καταπιστεύετε ἐν φίλοις, καὶ μή ἐλπίζετε ἐπὶ ἡγουμένοις, ἀπὸ τῆς συνκοίτου σου φύλαξαι τοῦ ἀναθέσθαι τι αὐτῇ·

διότι υἱὸς ἀτιμάζει πατέρα, θυγάτηρ ἐπαναστήσεται ἐπὶ τήν μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς, ἐχθροὶ πάντες ἀνδρὸς οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.

Ἐγὼ δὲ ἐπὶ τὸν κύριον ἐπιβλέψομαι. ὑπομενῶ ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου, εἰσακούσεταί μου ὁ θεός μου.

μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου ὅτι πέπτωκα, καὶ ἀναστήσομαι· διότι ἐὰν καθίσω ἐν τῷ σκότει, Κύριος φωτιεῖ μοι.

ὀργὴν Κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρίμα μου καὶ ἐξάξεις με εἰς τὸ φῶς, ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ·

καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην, ἡ λέγουσα πρὸς μέ Ιοῦ Κύριος ὁ θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν, νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς.

ἡμέρας ἀλοιφῆς πλίνθου, ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη, καὶ ἀποτρίψεται νόμιμά σου ἡ ἡμέρα ἐκείνη·

καὶ αἱ πόλεις σου είξουσιν [*](AQ) [*](15 πιητε] πιης οινον Qᵐᵍ νομημα Q 16 Ζαμβρι A Ζαμβρη Q |δοις] βουλαις AQ παραδωσω AQ κατοικουντας] ενοικ. Qmg συριγμον Qᵃ |λημ- ψεσθε A V II 1 εγενηθην BQᵃ| εγενομην AQ* 2 ευσεβης] ευλαβης Bᵇ nisi potius c AQ 3 ο ριτης] om ο Qᵃ κρ. sup ras Q¹?ᵃ? εστιν] pr ως Qᵃ 4 αδιζων B* (βαδ. B¹?ᵃᵇ) σκοπιας] + σου Qmg αι εκδικησεις] om αι Q* (hab Qa) 5 καταπιστευε Q* (-ετε Qᵃ) και μη] μηδε Qᵐᵍ ελπιζε Q* (- ετε Qᵃ) συγκοιτου BᵃᵇQᵃ τι αυτη] αυτη τι A 6 υιος] pr ο Q* (om ο Qa) θυγατhρ] pr και A επαναστησεται] οι ό αναστησ. Qmg νυμφη] pr και A | om παντες Qa ανδρος] οι ανδρες AQ* + οι ανδρες Qᵃᵛⁱᵈ 7 επι τον κυριον] εν τω κω Qᵃ επιβλεψομαι] αποσκοπεσω Qᵐᵍ 8 καθισω] πορευθω\ Qᵐᵍ Κυριος] pr ο AQ ηφωτιει] οι ό φως Qᵐᵍ 9 εως του] εως ου A ποιησει] αποισει A εξαξει BᵇAQ 11 αποτριψεται] απωσεται AQ νομιμη Q* om σου 20 AQ η ομερα 2⁰] om η Q 12 ειξουσιν] ηξουσιν BᵇAQ)

37
εἰς ὁμαλισμὸν καὶ εἰς διαμερισμὸν Ἀσσυρίων, καὶ αἱ πόλεις σου αἱ [*](B) ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως τοῦ ποταμοῦ, καὶ ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ὄρους ἕως τοῦ ὄρους·

καὶ ἔσται ἡ γἡ εἰς ἀφανισμὸν σὺν τοῖς κατοικοῦσιν αὐτήν, ἀπὸ καρπῶν ἐπιτηδευμάτων αὐτῶν.

ΓΓΙοίμαινε λαόν σου ἐν ὸάβδῳ σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας καθʼ θαυτοὺς δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου· νεμήσονται τὴν Bασανεῖτιν καὶ τὴν Γαλααδεῖτιν καθὼς αἱἡμέραι τοῦ αἰῶνος.

καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου ὄψεσθε θαυμαστά·

ὄψονται ἔθνη καὶ καταισχυνθήσονται καὶ ἐκ πάσης τῆς ἰσχύος αὐτῶν, ἐπιθήσουσιν χεῖρας ἐπὶ τὸ στόμα αὐτῶν, τὰ ὦτα αὐτῶν ἀποκωφωθήσονται,