Michaeas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐκκόψω τὰ ἄλση ἐκ μέσου σου, καὶ ἀφανιῶ τὰς πόλεις σου,

καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἀνθʼ ὅν οὐκ εἰσήκουσαν.

Ἀκούσατε δὴ λόγον. κύριος Κύριος εἶπεν Ἀνάστηθι κρίθητι [*](AQ) [*](2 εξοδοι] pr αι A 44 στησεται, ποιμανει] adnot τα ωβελισμε[να] εις τους δυο τοπους ου κεινται ε τω εξασελζιδω) Qmᵍ ονοματος] pr του ΑQ θεου] pr του ΑQ μεγαλυνθησεται B*ᵛᵈ] μεγαλυνθησονται Bᵃ?ᵇA) 5 ειρηνη] pr η A Ασσουρ οταν] οταν Ασσυριος AQ 7 υπολειμμα Bᵇ⁽ᵛiᵈ) AQ επι] επ A 8 υπολειμμα Bᵇ⁽ᵛᵈ⁾Qᵃ Ιακωβ] pr του AQ λαων πολλῶν A ποιμνιοις] ν rescr A¹ εξαιρουμενος] ρυομενος Q* (εξαιρ. Qmᵍ) 10 τη ημερα] + εκεινη A pr εκεινη Q ιππους] + σου AQ μεσω B* (σου Bᵃ? ᵇ) 11 ἐξολοθρεύσω B? 12 εξολεθρευσω] εξαρῶ AQ τα φαρμακα] pr πανια A 13 προσκυνησεις AQ* (-σης Qᵃ) 14 αλση] + σου AQ μεσω B* -(σου Bα? ?ᵇ?) αφανισω Q 15 οργη] θυμω A θυμω] οργη A εκδικησιν] pr και Q εισηκουσαν] + μου A VΙ 1 λογον κυριος Κυριος] λογον κυ α ο κς A α ο κς Q κριθητι pr και AQ)

35
πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνήν σου.

ἀκούσατε, [*](B) λαοί, τὴν κρίσιν τοῦ κυρίου, καὶ αἱ φάραγγες θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ δίελεγχθήσεται.

λαός μου, τί ἐποίησά σοι, ἡ τί ἐλύπησά σε, ἡ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι.

διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλίας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ.

λαός μου, μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλὰκ βασιλεὺς Μωάβ, καὶ τί ἀπεκρίθη αὐτῷ Βαλαὰμ υἱὸς τοῦ Βεὼρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγάλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ κυρίου.

ἐν τίνι καταλάβω τὸν κύριον , ἀντιλήμψομαι θεοῦ μου Γψίστου; εἰ καταλήμψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν ἐν μόσχοις ἐνιαυσίοις;

εἰ προσδέξεται Κύριος ἐν χιλιάσιν κριῶν ἤ ἐν μυριάσιν χιμάραον πιόνων; εἰ δὰι πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπέρ ἁμαρτίας ψυχῆς μου;

εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; ἡ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλʼ ἡ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου θεοῦ σου;

Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ. ἄκουε, φυλή, καὶ τίς κοσμήσει πόλιν;

μὴ πῦρ καὶ οἰκὸς ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους, καὶ μετὰ ὕβρεως ἀδικία;

εζ ὄικαιωθήσεται ἐν ζυγῷ ἄνομος, καὶ ἐν μαρσίππῳ στάθμια δόλου;