Michaeas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἀνάστηθι καὶ ἀλόα αὐτούς, θυγάτηρ Σειών, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς· καὶ κατατήξεις λαοὺς πολλούς, καὶ ἀναθήσεις τῷ κυρίῳ τὸ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ κυρίῳ πάσης τῆς γῆς.

νῦν ἐμφραχθήσεται θυγάτηρ ἐμφραγμῷ. συνοχὴν ἔταξεν ἐφʼ ὑμᾶς, ἐν ὸάβδῳ πατάξουσιν ἐπὶ σιαγόνα τὰς πύλας τοῦ Ἰσραήλ.

Καὶ σύ, Βηθλέεμ οἶκος Ἐφράθα, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐξ οὗ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα τοῦ [*](4 om αυτου 1⁰ O*ᵛⁱᵈ (hab Qᵃ⁽ᵐᵍ) 5 εκαστος] pr σε Q* om Κυριου AQ A 6 συνάξω την συντετρ. λεγει κς A εξωσμενην] απωσμενην A 7 υπολειμμα BᵃᵇQᵃ + διαμενον Qmg εθνον B* (εθνος B¹ᵇ) δυνατον] ισ χυρον AQ Σιων AQ; item 8, 10, 11. 13 εως] pr και AQ 8 αυχμωδους Q θυγατερ AQ; item 10, 13 9 σου 2⁰] σε A 10 om και εγγιζε A ρυσεται σε] + και εκειθεν λυτρωσεται σε Bᵃᵇ⁽ᵐᵍᵍ⁾ AQ 11 λεγοντες] pr οι AQ 12 αυτοι δε] και αυτοι AQ Κυροιυ] κν B δραγματα] δραγμα αφ Q* (-ματα Qa) 13 αναστα AQ* (αναστηθι Qᵃ) κατατηξεις] λεπτυνεις AQ V 1 θυγατηρ] + δφραιμ AQ εμφραγμω] ενφραγμω (?εν φρ.) AQ υμας] ημας Qa σιαγονας A πυλας] φυλας AQ 2 δηφραθα] pr του AQ εξ ου] εκ σου Bᵇ?cAQ εξελευσεται] ηγουμενος A του Ισραηλ] εν τω Ισρ. AQ)

34
[*](B) Ἰσραήλ. καὶ ἔξοδοι αὐτοῦ ἀπʼ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.

διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ.

καὶ στήσεται καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύι Κύριος. καὶ ἐν τῇ δόξῃ ὀνόματος Κυρίου θεοῦ αὐτῶν ὑπάρξουσιν· διότι νῦν μεγαλυνθήσεται ἕως ἄκρων τῆς γῆς.

καὶ ἔσται αὕτη εἰρήνη· Ἀσσοὺρ ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερθήσονται ἐπʼ αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνθρόπων·

καὶ ποιμανοῦσιν τὸν Ἀσσοὺρ ἐν όομφαίᾳ καὶ τὴν γῆν τοῦ Νεβρὼδ ἐν τῇ τάφρῳ αὐτῆς· καὶ όύσεται ἐκ τοῦ Ἀσσούρ, ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ δρία ὑμῶν.

καὶ ἔσται τὸ ὑπόλιμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς δρόσος παρὰ Κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπὶ ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς μηδέ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων.

καὶ ἔσται τὸ ὑπόλιμμα Ἰακὼβ ἐν τοῖς ξθνεσιν ἐν μέσῳ πολλῶν λαῶν ὡς λέων ἐν κτήνεσιν ἐν τῷ δρυμῷ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ἦ ὁ ἐξαιρούμενος.

ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολεθρευθήσονται.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ, λέγει Κύριος. ἐξολεθρεύσω τοὺς ἵππους ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἄρματά σου,

καὶ ἐξολεθρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ ὐχυρώματά σου,

καὶ ἐξολεθρεύσω τὰ φάρμακά σου ἐκ τῶν χειρῶν σου, καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί

καὶ ἐξολεθρεύσω τὰ γλυπτά σου καὶ τὰς στήλας σου ἐκ μέσου σου, καὶ οὐκέτι μὴ προσκυνήσῃς τοῖς ἔργοις τῶν χειρῶν σου,

καὶ ἐκκόψω τὰ ἄλση ἐκ μέσου σου, καὶ ἀφανιῶ τὰς πόλεις σου,

καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἀνθʼ ὅν οὐκ εἰσήκουσαν.