Michaeas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

διὰ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα, καὶ διὰ ἁμαρτίαν οἴκου Ἰσραήλ. τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ, οὐ Σαμάρεια καὶ τίς ἡ ἁμαρτία οἵκου Ἰούδα, οὐχὶ Ἰερουσαλήμ;

καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτίαν ἀμπελῶνος, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω·