Amos

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοῦ, υἱοὶ Ἰσραήλ; λέγει Κύριος· οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου;

ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου τοῦ θεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν, καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς· πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ἰακώβ, λέγει Κύριος.

διότι ἐγὼ ἐντέλλομαι, καὶ λικμήσω ἐν πᾶσι τοῖς ἔθνεσιν τὸν οἶκον Ἰσραὴλ ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν·

ἐν όομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ μου, οἱ λέγοντες Οὐ μὴ ἐγγίσῃ οὐδὲ μὴ γένηται ἐφʼ ἡμᾶς τὰ κακά.

Ἐν τῆ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυεὶδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος,

ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων, καὶ πάντα τὰ ἔθνη ἐφʼ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτούς, λέγει Κύριος ὁ ποιῶν ταῦτα.

ἔδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ καταλήμψεται ὁ ἀμητὸς τὸν τρυγητόν, καὶ περκάσει ἡ σταφυλὴ ἐν τῷ σπόρῳ, καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται·

καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν λαοῦ μου Ἰσραήλ, καὶ οἰκοδομήσουσιν πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσιν, καὶ καταφυτεύσουσιν ἀμπελῶνα καὶ πίονται τὸν oἶυον οὐτῶν, [*](6 αναβασιν] pr την Qᵐᵍ επαγγελειαν AQ* της θαλασσης] om της A | AQ προσωπου AQ Κυριος] + ο θς AQ Παντοκρατωρ] pr ο AQ 7 εμου] εμοι AQ 0 Γακωβ| Ιηλ A 9 εγω] pr ιδου AQ λικμησω BQᵃ) λιμιω A* λιγμιω A¹ λικμιω Q*ᵛⁱᵈ πασιν AQ Ισραηλ] pr του A λικμαται] λιγμαται A λικμω Q] λικνῳ B λιγμω A 10 τελευτησουσιν AQ ουδε] ουδ ου AQ γενηται] ελθῃ Qᵐᵍ 11 πεπτωκυιαν] καταπεπτ. Q*vid αυτης 1⁰] ουτων Qmg κατεσκαμμενα] κατεστραμμενα AᵇQ*) (κατεσκ. Qᵃ) 12 οπως] + αν A | εκζητησουσιν Qa ανθρωπων] + τον κν A Κυριος] + ο θς A 13 καταληψεται Q αμητος] αλοητος AQᵃ 14 λαου] pr του A |κατα- gφυτευσουσιν] φυτευσ. Qᵃ αμπελωνας BᵃᵇAQ)

28
[*](B) καὶ φυτεύσουσιν κήπους καὶ φάγονται τοὺς καρποὺς αὐτῶν·

καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν, καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς, λέγει Κύριος ὁ θεὸς ὁ παντοκοάταωρ.