Amos

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος Κύριος· πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρρίψω σιωπήν.

ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωὶ πένητα, καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς,

λέγοντες Πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν, καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυρὸν τοῦ ποιῆσαι μικρὸν μέτρον, καὶ τοῦ μεγαλῦναι στάθμιον καὶ ποιῆσαι ζυγὸν ἄδικον,

τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ καὶ πτωχοὺς καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων, καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα;

ὀμνύει Κύριος κατὰ τῆς ὑπερηφανίας Ἰακώβ Εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν,

καὶ ἐπὶ τούτοις οὐ [*](12 om συ AQ 18 om δε A | Bεθηλ Q | ουκετι] + μη AQ* (om μη AQ Qᵃ) | προσθης AO* vid (προσθησεις Q1 (mg)) 14 om και 3° AQ 15 προ- φητων B (προβατων AQ) | Ισραηλ] pr τον A 16, 17 γησεις επι τον οικ. Ι. δια τουτο τα sup ras ut vid B1?a? | οχλαγωγησης AQ 17 om εν τη πολει...η γη σου Q* (hab Qmg) | om συ Q* (hab Qᵃ) | κυριος Κυριος] κς AQ VIII 1 βλεπεις] ορας A 2 ου προσθησω ετι] ουκετι μη προσθω AQ* (om μη Qᵃ) 3 τα φατνωματα (φατμ. B*)] om τα Q | εκεινη τη ημερα] τη ημ. εκεινη AQ | κυριος Κυριος] ς] κς Q* (κς κς Qᵃ) | επιριψω AQ* 4 om και A | καταδυναστευοντες] ντ sup ras Bᵃᵇ 5 λεγοντες] pr οι AQ | ενπολησομεν A εμπλησομεν Q* (εμπολ. Qᵃ) | θησαυρους AQ* (- ρον Qᵐᵍ) | μετρον μικρον Q | του μεγαλυναι] in με ras aliq B? om του A | σταθμιον] σταθμια A σταθμεια O* vid (-θμιον Qᵃ) 6 om και 1⁰ AQ | ταπεινον] πενητα Qmg | αντι] ανθ Qᵃ | παντος γεν.] πασης πρασεως Qᵐᵍ 7 κατα της υπερηφανιας] κατ (καθ Q) υπερηφανειας AQ | επιλησθησεται] επιλησεται A)

26
[*](Β) ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.

καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος Κύριος, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας. καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς·

καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ, καὶ τοὺς μετʼ αὐτοῦ ὡς ἡμέραν ὀδύνης.

ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος. καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτων οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κύριου·

καὶ σαλευθἡσονται ὕδατα τῆς θαλάσσης, καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου καὶ οὐ μὴ εἰρωσιν.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει,

οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας, καὶ οἱ λέγοντες Ζῇ ὁ θεός σου, Δάν, καὶ ζῇ ὁ θεός σου, δηρσάβεε. καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.

Εἶῇδον τὸν κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπεν Πάταξον ἐπὶ τὸ ἱλαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα, καὶ διάκοψον εἰς κεφαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῶν ἐν όομφαίᾳ ἀποκτενῶ, οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων, καὶ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασωζόμενος.

ἐὰν κατακρυβῶσιν εἰς ἅδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανόν, ἐκεῖθεν κατάξω αὐτοὺς·

ἐὰν ἐγκατακρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήμψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης. ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτοὺς·

καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχθρῶν αὐτῶν, ἐκεῖ ἐντελοῖμαι τῇ όομφαίᾳ καὶ ἀποκτενεῖ αὐτούς· καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπʼ αὐτοὺς εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά.

καὶ κύριος [*](AQ) [*](9 Κυριος] ο θς AQ 10 αυτον] αυτην Qᵃ 11 Κυριος] + κς Qᵃ | αριου AQ* (-των Qᵃ) διψαν] οι ό διψος Qᵐᵍ αλλα] αλλ η Qᵃ 12 σα- λευθησονται] σαλευθησεται A συναχθησονται Q* (σαλευθ. )*ᵍ) της θαλασ- σης] εως θαλ. AQ* (απο θαλ. Qmg) Κυριου] pr του A 14 ο θεος (1⁰)] pr κς A ΙΧ 1 ιλαστηριον] θυσιαστηριον AQ* ιλαστ.Οᵐᵍ) |σεισθη- σεται BAQmg σισθησονται (σεισθ. Qᵃ) O* διαφυγη] διαφευξῃ A και ου] ουδε A om και Q (superscr ς Qᵃ) 2 κατακρυβωσιν] κατορυγωσιν AQ 3 εγκατακρυβωσιν] εγκρυβωσιν A ενκρυβ. Q* (εγκρυβ. Qᵃ) εξεραυνησω ) (εξερευν. ᵃᵇ) λήψομαι ) καταδυσωσιν..εκει εντελουμαι] ras aliφ B?vid 4 τους οφθαλμους] τo προσωπον A)

27
Κυριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων [*](B) αὐτήν, καὶ πενθήσουσιν πάντες οἱ κατοικοῦντες αὐτήν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου·

ό οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ, καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ τῆς γῆς θεμελιῶν, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς· Κύριος Ιαντοκράτωρ ὄνομα αὐτῷ.

οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοῦ, υἱοὶ Ἰσραήλ; λέγει Κύριος· οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου;

ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου τοῦ θεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν, καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς· πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ἰακώβ, λέγει Κύριος.