Amos

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν Κύριος πρὸς μέ Τί σὺ ὁρᾷς. Ἀμώς καὶ εἶπα Ἀδάμαντα. καὶ εἶπεν Κύριος πρὸς μέ Ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραήλ, οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν·

καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἰεροβοὰμ ἐν όομφαίᾳ.

Καὶ ἐξαπέστειλεν Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ πρὸς Ἰεροβοὰμ βασιλέα Ἰσραὴλ λέγων Συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς ἐν μέσῳ οἵκου Ἰσραήλ· οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν πάντας τοὺς λόγους αὐτοῦ.

διότι τάδε λέγει Ἀμώς Ἐν όομφαίᾳ τελευτήσει Ἰεροβοάμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.

καὶ εἶπεν [*](AQ) [*](11 οηγμασιν AQᵃ 12 οτι] + υμεις AQ 14 Ισραηλ] pr του AQ om λεγει Κυριος των δυν. AQ om εισελθειν A ως] εως AQ VII 1 Κυριος ο θεος] om ο θεος AQ pr κς Qᵃ 2 συντεληση B* (-λεση Bᵃ?ᵇ) 4 Κυ- ριος 1⁰] +ο θς A pr κς Qᵃ Κυριος 2⁰] + ο θς Qᵐg κατεφαγεν AQ om Κυριου AQ 5 Κυριε] + κε AQ 6 Κυριος] + κς 7 ιδου] +ανηρ AQ ᵐᵍ 8 ειπα] ειπον Qᵃ εν μεσω] εις μεσον AQ* (εν μεσω Qᵃ) λαοῦ] pr του Q προσθῶ] προσθησω AQ* (-θω Qᵃ) 9 ερημωθησονται] εξερημωθησονται A 10 δυνηται] γενηται A | παντας] απαντας A)

25
Ἀμασίας πρὸς Ἀμώς Ὁ ὁρῶν, βάδιζε, ἐκχώρησον σὺ εἰς γῆν Ἰούδα, [*](B) καὶ ἐκεῖ καταβίου, καὶ ἐκεῖ προφητεύσεις·

εἰς δὲ Βαιθὴλ οὐκέτι προσθήσεις τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστίν, καὶ οἶκος βασιλείας ἐστίν.

καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπεν πρὸς Ἀμασίαν Οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλʼ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα.