Amos

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Οὐαὶ τοῖς ἐξουθενοῦσιν Σειὼν καὶ τοῖς πεποιθόσιυ ἐπὶ τὸ ὄρος Σαμαρείας· ἀπετρύγησαν ἀρχὰς ἐθνῶν, καὶ εἰσῆλθον αὐτοί. οἶκος τοῦ Ἰσραήλ,

διάβητε πάντες καὶ ἴδετε, καὶ διέλθατε ἐκεῖθεν εἰς Ἐμὰθ Ραββά, καὶ κατάβητε ἐκεῖθεν εἰς Γὲθ ἀλλοφύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλειῶν τούτων, εί πλέονα τὰ ὅρια αὐτῶν ἐστὶν τῶν ὑμετέρων ὁρίων.

οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν,

οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίναων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν, καὶ ἒσθοντες ἐρίφους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά,

οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς ἑστηκότα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα·

οἱ πίνοντες τὸν διυλισμένον οἰνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, καὶ οὐκ ἔπασχον οὐδέν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ.

διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπʼ ἀρχῆς δυναστῶν, καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Ἐφράιμ.