Amos

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμᾳῳ μ ἔτη, οἶκος Ἰσραήλ;

καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφάν, τοὺς τύπους αὐτῶν οὓς ἐποιήσατε ἑαυτοῖς·

καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει Κύριος, ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.

Οὐαὶ τοῖς ἐξουθενοῦσιν Σειὼν καὶ τοῖς πεποιθόσιυ ἐπὶ τὸ ὄρος Σαμαρείας· ἀπετρύγησαν ἀρχὰς ἐθνῶν, καὶ εἰσῆλθον αὐτοί. οἶκος τοῦ Ἰσραήλ,

διάβητε πάντες καὶ ἴδετε, καὶ διέλθατε ἐκεῖθεν εἰς Ἐμὰθ Ραββά, καὶ κατάβητε ἐκεῖθεν εἰς Γὲθ ἀλλοφύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλειῶν τούτων, εί πλέονα τὰ ὅρια αὐτῶν ἐστὶν τῶν ὑμετέρων ὁρίων.

οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν,

οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίναων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν, καὶ ἒσθοντες ἐρίφους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά,

οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς ἑστηκότα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα·

οἱ πίνοντες τὸν διυλισμένον οἰνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, καὶ οὐκ ἔπασχον οὐδέν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ.

διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπʼ ἀρχῆς δυναστῶν, καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Ἐφράιμ.

ὅτι ὠμοσεν Κύριος καθʼ ἑαυτοῦ διότι Βδελύσσομαι ἐγὼ πᾶσαν τὴν ὕβριν Ἰακώβ, καὶ τὰς χώρας αὐτοῦ μεμίσηκα, καὶ ἐξαρῶ πόλιν σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν·

καὶ ἔσται ἐὰν ὑπολειφθῶσιν δέκα ἐν οἰκίᾳ μιῷ, καὶ ἀποθανοῦνται καὶ ὑπολειφθήσονται οἱ κατάλοιποι,

καὶλήμψονται οἱ οἰκεῖοι οἱ αὐτῶν καὶ παραβιῶνται τοῦ ἐξενέγκαι τὰ ὀστᾶ αὐτῶν ἐκ τοῦ οἴκου· καὶ ἐρεῖ τοῖς προεστηκόσι τῆς οἰκίας Εἰ ἔτι ὑπάρχει παρὰ σοί καὶ ἐρεῖ Οὐκ ἔτι καὶ ἐρεῖ Σίγα, ἕνεκα τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα Κυρίου.

διότι ἰδοὺ Κύριος ἐντέλλεται, καὶ [*](25 προσηνεγκετε Qᵃ μ΄ ετη οικος Ισραηλ] οικος Ισλ τεσσερακοντα ετη λεγει AQ κς A τεσσερακοντα ετη οικ. Ισλ λεγει κς Q 26 Ρεφαν Q om ουτων AQ* (hab Qᵐᵍ) V 1 1 εξουθενουσι Qᵃ Σιων BᵇAQᵃ αυτοι] εαυτοις Qᵃ 2 ειδετε Q om και διελθατε εκειθεν Q Εμαθ] Αιμαθ A Μαθ Q |Ραββα] +και διελθατε (θετε Qᵃ) εκειθεν Q om εκειθεν 2⁰ Q βασιλεων A |πλεονα] πλιονα A 3 ερχομενοι BQa] ευχομενοι AQ* 4 και 2⁰] αι Q* (και Qᵃ) om μεσου A 5 εστηκοτα] εστωτα AQ 7 απ] εξ Q* επ Qmg χρεμετισμος] χ sup ras Bᵃᵇ om εξ Q 8 διοτι] οτι A |αυ- του] ουτων A συν πασιν] συμπασιν (? συμ π.) B 9 δεκα] + ανδρες AQ om και 2⁰ A 10 οικειοι] οικοι Q* (-κειοι Qᵃ) om οι 2⁰ A |παρα- βιωνται] οι παρααβιωται A προεστηκοσιν AQ om μη Q* (hab Qᵃ))

24
[*](B) πατάξει τὸν οἶκον τὸν μέγαν θλάσμασιν καὶ τὸν οἶκον τὸν μικρὸν όάγμασιν.

κζ διώξονται ἐν πέτραις ἵπποι ; εί παρασιωπήσονται ἐν θηλείαις; ὅτι ἐξεστρέψατε εἰς θυμὸν κρίμα, καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν,

οἱ εὐφραινόμενοι ἐπʼ οὐδενὶ λόγῳ, οἱ λέγοντες Οὐκ ἐν τῇ ἰσχύι ἡμῶν ἔσχομεν κέρατα;

διότι ἰδοὺ ἐγὼ ἐπεγείρω ἐφʼ ὑμᾶς, οἶκος Ἰσραήλ, ἔθνος, λέγει Κύριος τῶν δυνάμεων. καὶ ἐκθλί ψουσιν ὑμᾶς τοῦ μὴ εἰσελθεῖν εἰς Ἐμὰθ καὶ ὡς τοῦ χειμάρρου τῶν δυσμῶν.