Amos

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐκζητήσατε τὸ καλὸν καὶ μὴ πονηρόν, ὅπως ζήσητε, καὶ ἔσται οὕτως μεθʼ ὑμῶν Κύριος ὁ θεὸς ὁ παντοκράτωρ· ὃν τρόπον εἵπατε

Μεμισήκαμεν τὰ πονηρὰ καὶ ὴγαπήκαμεν τὰ καλά, καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ Κύριος ὁ θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ.

διὰ τοῦτο τάδε λέγει Κύριος ὁ θεὸς ὁ παντοκράτωρ Ἐν πάσαις ταῖς σλατείαις κοπετός, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ὀηθήσεται Οὐαὶ οὐαί κληθήσεται γεαωργὸς εἰς πένθος καὶ κοπετόν, καὶ εἰς εἰδότας θρθῆνον,

καὶ ἐν πάσαις ὁδοῖς κοπετός, διότι ἐλεύσομαι διὰ μέσου σου, εἶπεν Κύριος.

οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ κυρίου καὶ αὕτη ἐστὶν σκότος καὶ οὐ φῶς.

ὃν τρόπον ἐὰν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις.

οὐχὶ σκότος ἡ ἡμέρα τοῦ κυρίου καὶ οὐ φῶς καὶ γνόφος οὐκ ἔχων φέγγος αὕτη;

μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ θυσίας ἐν ταῖς πανηγύρεσιν ὑμῶν.

διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι, καὶ σωτηρίους ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι.

[*](AQ)[*](11 πτωχους] εις κεφαλας πτωχων AQ* (πτωχους Qmg) ξεστους] ξυστους AQ* (ξεστ. Qᵃ) ωκοδομησατε BQ a] οικοδομησετε A οικοδομηθησεται Q* κατοικησητε] κατοικησεται Q* (-κησετε Qᵃ) αμπελωνας] pr και A εφυτευ- σατε] ηφυτευσετε AQ* (.ται) φυτευσατε Qᵃ τον οινον] om τον Q* (hab Qᵃ) om εξ A 12 καταπατουσαι B] καταπατουντες AQ* (οι ό -τουσαι Qᵐᵍ) ανταλλαγματα] αλλαγμ. AQ πενητα Q* (.τας Qᵃ) εκκλινοντες] τες sup rms Aᵃ? 13 σιωπησητε B* σιωπησεται BᵃᵇAᵇ ([σεται sup ras 7 forte lilt Q) σιωπηθησεται A*ᵛⁱᵈ πονηρος AQ 14 πονηρον] pr το A 15 τα πονηρα] το πονηρον A τα καλα] το καλον A ελεησει A 16 ταις πλατειαις (-τισις A)] om ταις AQ κοπετος] ras 1 lit post τ A ταῖς ὁδοῖς] om ταις AQ ειδοτας] ιδοντας A 17 ελευσομαι] επελευσομαι A 18 ουαιl οι επιθυμ in mg ct sup ras Aᵃ 19 εαν] οταν A φυγη] εκφυγη A εμπεση αυτω η αρκος και εισπηδησῃ (εισπηδησει A)] εμπεσει A*ᵛⁱᵈ (εμπεση αυτω η αρκος ӄ εισ πηδη in mg et sup ras Aᵃ?) |απε- ρεισηται] απεριση A απερισηται Q* (απερεισ. Qᵃ) επι] προς A εις Q 20 φεγγος] φθεγγος A*ᵛiᵈ αυτη] αυτης Q 21 om θυσιας Q 22 εαν] pr και AQ ολοκαυτωματα] pr τα A om ου προσδεξομαι...υμων Q* (hab Omg) προσδεξομαι] + αυτα AQᵐg σωτηριου A)
23

μετάστησον ἀπʼ ἐμοῦ ἥχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων [*](B) σου οὐκ ἀκούσομαι·

καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα, καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος.

μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμᾳῳ μ ἔτη, οἶκος Ἰσραήλ;

καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφάν, τοὺς τύπους αὐτῶν οὓς ἐποιήσατε ἑαυτοῖς·