Amos

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐκζητήσατε τὸ καλὸν καὶ μὴ πονηρόν, ὅπως ζήσητε, καὶ ἔσται οὕτως μεθʼ ὑμῶν Κύριος ὁ θεὸς ὁ παντοκράτωρ· ὃν τρόπον εἵπατε

Μεμισήκαμεν τὰ πονηρὰ καὶ ὴγαπήκαμεν τὰ καλά, καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ Κύριος ὁ θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ.

διὰ τοῦτο τάδε λέγει Κύριος ὁ θεὸς ὁ παντοκράτωρ Ἐν πάσαις ταῖς σλατείαις κοπετός, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ὀηθήσεται Οὐαὶ οὐαί κληθήσεται γεαωργὸς εἰς πένθος καὶ κοπετόν, καὶ εἰς εἰδότας θρθῆνον,

καὶ ἐν πάσαις ὁδοῖς κοπετός, διότι ἐλεύσομαι διὰ μέσου σου, εἶπεν Κύριος.

οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ κυρίου καὶ αὕτη ἐστὶν σκότος καὶ οὐ φῶς.

ὃν τρόπον ἐὰν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις.

οὐχὶ σκότος ἡ ἡμέρα τοῦ κυρίου καὶ οὐ φῶς καὶ γνόφος οὐκ ἔχων φέγγος αὕτη;