Amos

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

διότι στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ὁ ποιῶν ὄρθρον καὶ ὁμίχλην, ἐπιβαίνωνἐπὶἐπὶ τὰ ὕψη τῆς γῆς· Κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.

Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον ὃν ἐγὼ λαμβάνω ἐφʼ ὑμᾶς θρθῆνον Οἶκος Ἰσραὴλ

ἔπεσεν, οὐκέτι μὴ προσθήσει τοῦ ἀναστῆναι· παρθένος τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτοῦ, οὐκ ἔστιν ὁ ἄναστήσων αὐτήν.

διὰ τοῦτο τάδε λέγει κύριος Κύριος Ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ρ΄, καὶ ἐξ ἧς ἐξεπορεύοντο ρ, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ἰσραήλ.

διότι τάδε λέγει Κύριος πρὸς τὸν οἶκον Ἰσραήλ Ἐκζητήσατέ με, καὶ ζήσεσθε·

καὶ μὴ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα.

ἐκζητήσατε τὸν κύριον, καὶ ζῆτε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσὴφ καὶ καταφάγῃ αὐτόν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἵκῳ Ἰσραήλ.