Amos

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

διότι στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ὁ ποιῶν ὄρθρον καὶ ὁμίχλην, ἐπιβαίνωνἐπὶἐπὶ τὰ ὕψη τῆς γῆς· Κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.

Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον ὃν ἐγὼ λαμβάνω ἐφʼ ὑμᾶς θρθῆνον Οἶκος Ἰσραὴλ

ἔπεσεν, οὐκέτι μὴ προσθήσει τοῦ ἀναστῆναι· παρθένος τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτοῦ, οὐκ ἔστιν ὁ ἄναστήσων αὐτήν.

διὰ τοῦτο τάδε λέγει κύριος Κύριος Ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ρ΄, καὶ ἐξ ἧς ἐξεπορεύοντο ρ, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ἰσραήλ.

διότι τάδε λέγει Κύριος πρὸς τὸν οἶκον Ἰσραήλ Ἐκζητήσατέ με, καὶ ζήσεσθε·

καὶ μὴ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα.

ἐκζητήσατε τὸν κύριον, καὶ ζῆτε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσὴφ καὶ καταφάγῃ αὐτόν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἵκῳ Ἰσραήλ.

ὁ ποιῶν εἰς ὕψος κρίμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν·

ὁ ποιῶν πάντα καὶ μετασκευάζων, καὶ ἐκτρέπων εἰς τὸ πρωὶ σκιάν, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων· ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς, Κύριος ὄνομα αὐτῷ·

ὁ διαιρῶν συντριμμὸν ἐπʼ ἰσχύν, καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων.

ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο.

[*](11 ἐξεσπασμένος] ε 2⁰ sup ras (ubi α prius ut vid) B? εξεσταλσμενον Q* AQ (-νος Qᵃ) εξαπεσταλμενος Qmᵍ 12 τι ουτως ποι sup ras et in mg Aa (om oτι A*ᵛⁱᵈ) 13 διοτι] + ιδου εγω BᵃᵇᵐᵍAQ απαγγελλων] αιαγγελλων Q* (απαγγ. Qᵃ) χριστον] θ΄ λογον Qᵐᵍ | ο ποιων] om ο AQ επιβαινων] pr και A υψη] υψηλα Q* (υψη Qa) V 1 κυ τουτο| sup ras Ab (om κυ A*ᵛiᵈ) Ισραηλ] pr του AQ 2 προσθησει] προσθη AQ\ (sed οσθ sup ras Oᵃᵛᵈ) αυτου] om A αυτης Q αναστησων] οι ο’ ανιστων Qᵐᵍ 3 δια τουτο] διοτι AQ Κυριος] ο θς Qᵃ om εξ ης B* (hab Bᵃ?) εξεπορευοντο bis] επορευοντο A ρ’ bis| εκατον AQ 4 Ισραηλ] Ισαηλ B* (Ισρ. Bᵃᵇ) 5 Βαιθηλ 10] Bεθηλ Q* (Βαιθ. Qᵃ) διαβαινετε] αναβαινετε AQᵃ (-ταί Ο*) Βαιθηλ 2⁰]| Βαθηλ O*ᵛⁱᵈ (Βαιθ. Qa) 6 ζητε] τησατε BᵃᵇQ Γησετε Aᵃ | αναλημψη B καταφαγη] καταφαγεται AQ 7 ο ποιων] pr κς ο θς A pr Κς Q 8 ο ποιων] om ο AQ* (hab Qᵃ) σκιαν] + θανατου Qmg προσωπου AQ* (-πον Qᵃ) Κυριος] + ο θς ο παντοκρατωρ AQ 9 ο διαιρων] om ο A ο διοριζων Q επ] επι A)
22
[*](B)

διὰ τοῦτο ἀυθʼ ὧν κατεκονδύλιζον πτωχούς, καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρʼ αὐτῶν, οἴκους ξεστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον ἐξ αὐτῶν.

ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἵσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν καταπατοῦσαι δίκαιον, λαμβάνοντες ἀνταλλάγμστα καὶ πένητας ἐυ πύλαις ἐκκλίνοντες.

διὰ τοῦτο ὁ συνίων ἐν τῶ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρῶν ἐστιν.