Amos

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου, καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας. καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ καταδυναστείαν τὴν ἐν αὐτῇ·

καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει Κύριος, οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν.

διὰ τοῦτο τάδε λέγει Κύριος ὁ θεός Τύρος κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου.

τάδε λέγει Κύριος Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι τῆς φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς.

ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακώβ, λέγει Κύριος ὁ θεὸς ὁ παντοκράτωρ,

διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ἰσραὴλ ἐπʼ αὐτόν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν·

συνχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον [*](III 2 πασων] πασης Q* (-σων Qa) | φυλων] pr των AQ | γης] pr της AQ AQ | υμων] ουτων A* ᵛⁱᵈ (υμ. Aᵃ) 5 την γην] της γης A | χασθησεται A* (σχασθ. A¹) 6 om μη A 7 ποιηση A | παιδειαν] + αυτου AQ 9 απαγγειλατε] αναγγ. Qa | τας χωρας] ταις χωραις Qᵃ (τας χωρας Q*ᵛⁱᵈ) | της Αιγ.] om της A εν γη Αιγυπτω Qᵃ Σαμαρειας] Σαμα sup ras Bᵃᵇ ειδετε Q καταδυναστειαν] pr την AQ 10 εσται] εστιν Qmᵍ | εναντιον αυτης] εν αυτη A ενωπιον (εναντ. Qavid et ᵐᵍ) αυτης Q* 11 ο θεος] om ο Aᵇ 12 εκπαση B* (εκσπ. Bᵃᵇ) | η] ο B* (η Bᵃᵇ) εκσπαθησονται B | om εν 10 Q* (hab Qa) | Σαμαρειαν Q της φυλης] om της AQ | Δαμασκω] + κλινη Qᵐᵍ 13 επιμαρτυρασθε] incep επι μαρτυρια Q*ᵛiᵈ 14 εκδικησω AQ | ασεβειαν AQ*ᵛiᵈ Βεθηλ Q | κατασκαφθησεται Q* 15 συγχεω BᵃᵇAQᵃ και συντριψω Qᵐᵍ)

20
[*](B) ἐπὶ τὸν οἶκον τὸν θερινὸν, καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι, καὶ προσ- τεθήσονται ἕτεροι οἶκοι πολλοί, λέγει Κύριος.

Ἀκούσατε τὸν λόγον τοῦτον, δαμάλεις τῆς Βασανίτιδος αἱ ἐν τῷ ὄρει τῆς Σαμαρείας, αἱ καταδυυαστεύουσαι πτωχοὺς καὶ καταπατοῦσαι πένητας, αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν Ἐπίδοτε ἡμῖν ὅπαως πίωμεν.

ὀμνύει Κύριος κατὰ τῶν ἁγίων αὐτοῦ διότι Ἰδοὺ ἡμέραι ἔρχονται ἐφʼ ὑμᾶς καὶ λήμψονται ὑμᾶς ἐν ὅπλοις, καὶ τοὺς μεθʼ ὑμῶν εἰς λφδητας ὑποκαιομένους ἐμβαλοῦσιν ἔμπυροι λοιμοί,

καὶ ἐξενεχθήσεσθε γυμναὶ κατέναντι ἀλλήλων, καὶ ἀποριφήσεσθε εἰς τὸ ὄρος τὸ Ῥομμάν, λέγει Κύριος.

Εἰσήλθατε εἰς Βαιθὴλ καὶ ἡσεβήσατε, καὶ εἰς Γάλγαλα ἐπληθύνατε τοῦ ἀσεβῆσαι, καὶ ἠνέγκατε εἰς τὸ πρωὶ θυσίας ὑμῶν, εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα ὑμῶν·

καὶ ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο ὁμολογίας· ἀναγγείλατε ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ Ἰσραήλ, λέγει Κύριος ὁ θεός.

καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόυτων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν, καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρὸς μέ, λέγει Κύριος.

καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶντοῦ τρυγητοῦ, καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξωμερlς μία βραχῆσεται, καὶ μερὶς ἐφʼ ἣν οὐ βρέξω ξηρανθήσεται.

καὶ συναθροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ καὶ οὐ μὴ ἐμπλησθῶσιν, καὶ οὐκ ἐπεστράφητε πρὸς μέ, λέγει Κύριος.

ἐπάταξα ὑμᾶς ἐν πυρώσει καὶ ἐν ἰκτέρῳ· ἐπληθύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν καὶ συκῶνας ὑμῶν καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη, καὶ οὐδ᾿ ὣς ἐπεστρέψατε πρὸς μέ, λέγει Κύριος.

ἐξαπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου, καὶ ἀπέκτεινα ἐν όομφαίᾳ τοὺς νεανίσκους ὑμῶν μετὰ αἰχμαλωσίας ἵππων σου, καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ὑμῶν ἐν τῇ ὀργῇ ὑμῶν, καὶ οἱδ’ ὣς ἐπεστρέψατε πρὸς μέ, λέγει Κύριος.

κατέστρεψα ὑμᾶς [*](ΑQ) [*](15 ελεφαντινοι] pr οι Qᵃ οικοι ετεροι AQ om Κυριος B IV 1 δα- μαλις A πτωχους] πενητας AQ πενητας] πτωχους AQ 2 διοτι] οτι A | ληφονται Q υποκεομενους B* (υποκαιομ. Bᵃᵇ) om υποκ. εμβαλουσιν AQ* (hab Qmg 3 αποροιφησεσθε Bᵃ(vid)b Qa Ρεμμαν AQ* Ερμωνα Qmg Κυριος] + ο θ AQ 4 εισηλθετε Q*vid ησεβησατε] ηνομησατε AQ 5 απαγγειλατε Q* (αναγγ. Qᵃ) oτι] διοτι Q 6 πασι (σιν Q) τοις τοποις) ποσαις ταις πολεσιν A 7 τιων A* (τριων A¹) τρυγητου] θερισμου Qᵐᵍ επι 1⁰ sup ras B? ᵛⁱᵈ βρέξω 3⁰] + επ αυτην AQ 8 δυο] + πολεις A πολεις] πολις B* (-λεις Bᵃᵇ vid) πολεις εις πολιν] ς πο sup ras B? ᵛiᵈ πολεις εiς sup ras Aa ουκ επεστραφητε] ουδ ως επεστρεφατε AQ* (ουκ επεστραφ. Qmg) υμας] υ sup ras B? 10 υμων 2⁰] μου AQ* (υμ. Q¹m ᵐᵍ))

21
καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Ι όμορρα, καὶ ἐγένεσθε ὡς [*](B) δαλὸς ἐξεσπασμένος ἐκ πυρός, καὶ οὐδʼ ὧς ἐπεστρέψατε πρὸς μέ, λέγει Κύριος.

διὰ τοῦτο οὕτως ποιήσω σοι, Ἰσραήλ· πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεόν σου, Ἰσραήλ.

διότι στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ὁ ποιῶν ὄρθρον καὶ ὁμίχλην, ἐπιβαίνωνἐπὶἐπὶ τὰ ὕψη τῆς γῆς· Κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.