Amos

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ἰσραὴλ ἐπʼ αὐτόν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν·

συνχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον [*](III 2 πασων] πασης Q* (-σων Qa) | φυλων] pr των AQ | γης] pr της AQ AQ | υμων] ουτων A* ᵛⁱᵈ (υμ. Aᵃ) 5 την γην] της γης A | χασθησεται A* (σχασθ. A¹) 6 om μη A 7 ποιηση A | παιδειαν] + αυτου AQ 9 απαγγειλατε] αναγγ. Qa | τας χωρας] ταις χωραις Qᵃ (τας χωρας Q*ᵛⁱᵈ) | της Αιγ.] om της A εν γη Αιγυπτω Qᵃ Σαμαρειας] Σαμα sup ras Bᵃᵇ ειδετε Q καταδυναστειαν] pr την AQ 10 εσται] εστιν Qmᵍ | εναντιον αυτης] εν αυτη A ενωπιον (εναντ. Qavid et ᵐᵍ) αυτης Q* 11 ο θεος] om ο Aᵇ 12 εκπαση B* (εκσπ. Bᵃᵇ) | η] ο B* (η Bᵃᵇ) εκσπαθησονται B | om εν 10 Q* (hab Qa) | Σαμαρειαν Q της φυλης] om της AQ | Δαμασκω] + κλινη Qᵐᵍ 13 επιμαρτυρασθε] incep επι μαρτυρια Q*ᵛiᵈ 14 εκδικησω AQ | ασεβειαν AQ*ᵛiᵈ Βεθηλ Q | κατασκαφθησεται Q* 15 συγχεω BᵃᵇAQᵃ και συντριψω Qᵐᵍ)

20
[*](B) ἐπὶ τὸν οἶκον τὸν θερινὸν, καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι, καὶ προσ- τεθήσονται ἕτεροι οἶκοι πολλοί, λέγει Κύριος.

Ἀκούσατε τὸν λόγον τοῦτον, δαμάλεις τῆς Βασανίτιδος αἱ ἐν τῷ ὄρει τῆς Σαμαρείας, αἱ καταδυυαστεύουσαι πτωχοὺς καὶ καταπατοῦσαι πένητας, αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν Ἐπίδοτε ἡμῖν ὅπαως πίωμεν.

ὀμνύει Κύριος κατὰ τῶν ἁγίων αὐτοῦ διότι Ἰδοὺ ἡμέραι ἔρχονται ἐφʼ ὑμᾶς καὶ λήμψονται ὑμᾶς ἐν ὅπλοις, καὶ τοὺς μεθʼ ὑμῶν εἰς λφδητας ὑποκαιομένους ἐμβαλοῦσιν ἔμπυροι λοιμοί,

καὶ ἐξενεχθήσεσθε γυμναὶ κατέναντι ἀλλήλων, καὶ ἀποριφήσεσθε εἰς τὸ ὄρος τὸ Ῥομμάν, λέγει Κύριος.

Εἰσήλθατε εἰς Βαιθὴλ καὶ ἡσεβήσατε, καὶ εἰς Γάλγαλα ἐπληθύνατε τοῦ ἀσεβῆσαι, καὶ ἠνέγκατε εἰς τὸ πρωὶ θυσίας ὑμῶν, εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα ὑμῶν·

καὶ ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο ὁμολογίας· ἀναγγείλατε ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ Ἰσραήλ, λέγει Κύριος ὁ θεός.