Amos

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ἰσραὴλ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθʼ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον, καὶ πένητα ἕνεκεν ὑποδημάτων,

τὰ πατοῦντα ἐπὶ τὸν χοῦν τῆς γῆς, καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν, καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλῶσιν τὸ ὄνομα τοῦ θεοῦ αὐτῶν·

καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ θεοῦ αὐτῶν.

ἐγὼ δὲ ἐξῆρα τὸν Ἀμορραῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξήρανα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωθεν·

καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ μ΄ ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Ἀμοραίων·

καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν· μὴ οὐκ ἔστιν ταῦτα, υἱοὶ Ἰσραήλ; λέγει Κύριος.

καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον, καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες Οὐ μὴ προφητεύσητε.

διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν ὃν τρόπον κυλίεται ἡ ἄμαξα ἡ γέμουσα καλάμης·

καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως, καὶ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσει τὴν ψυχὴν αὐτοῦ,

καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὁ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωθῇ, οὐδὲ ὁ ἱππεὺς οὐ μὴ σώσει τὴν ψυχὴν αὐτοῦ,

καὶ ὁ κραταιὸς οὐ μὴ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις, ὁ γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος.

Ἀκούσατε τὸν λόγον τοῦτον ὃν ἐλάλησεν Κύριος ἐφʼ ὑμᾶς, οἶκος [*](AQ) [*](4 του κυριου] om του A | ματαια] αιματα A* (ματ. Aᵃ?) 7 βεβηλωσιν] βεβηλωσωσιν Aa (σωσιν το ονομα του sup ras) βεβηλωσωσι Q 9 εξηρα] εξεγειρα A | εκ] προ Q* (εκ Qᵃ) | ου] ουν B | επανωθεν] απανωθεν A 10 μ΄] τεσσερακοντα AQ 11 ελαβον] ανελαβον Qᵃ 13 κυλιω] κωλυω A 14— 15 ταιος ου μη κρατηση...ιππευς sup ras Aᵃ 14 κρατησει Q | om ου μη σωσει την ψυχην αυτου Aa | σωσει] σωση Qᵃ 15 δια- σωθη] pro δ incep σ B* | ουδε] και Qmg | ιππεις Q*ᵛiᵈ | σωση AQᵃ 16 om ο κραταιος ου μη AQ om ου μη Bᵃᵇ | ευρησει την καρδιαν] ηυρεθη καρδια Qᵐᵍ | δυναστιαις A)

19
Ἰσραήλ, καὶ κατὰ πάσης φυλῆς ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, [*](B) λέγων

Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν φυλῶν γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφʼ ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν.