Amos

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ὁ κραταιὸς οὐ μὴ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις, ὁ γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος.

Ἀκούσατε τὸν λόγον τοῦτον ὃν ἐλάλησεν Κύριος ἐφʼ ὑμᾶς, οἶκος [*](AQ) [*](4 του κυριου] om του A | ματαια] αιματα A* (ματ. Aᵃ?) 7 βεβηλωσιν] βεβηλωσωσιν Aa (σωσιν το ονομα του sup ras) βεβηλωσωσι Q 9 εξηρα] εξεγειρα A | εκ] προ Q* (εκ Qᵃ) | ου] ουν B | επανωθεν] απανωθεν A 10 μ΄] τεσσερακοντα AQ 11 ελαβον] ανελαβον Qᵃ 13 κυλιω] κωλυω A 14— 15 ταιος ου μη κρατηση...ιππευς sup ras Aᵃ 14 κρατησει Q | om ου μη σωσει την ψυχην αυτου Aa | σωσει] σωση Qᵃ 15 δια- σωθη] pro δ incep σ B* | ουδε] και Qmg | ιππεις Q*ᵛiᵈ | σωση AQᵃ 16 om ο κραταιος ου μη AQ om ου μη Bᵃᵇ | ευρησει την καρδιαν] ηυρεθη καρδια Qᵐᵍ | δυναστιαις A)

19
Ἰσραήλ, καὶ κατὰ πάσης φυλῆς ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, [*](B) λέγων

Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν φυλῶν γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφʼ ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν.

εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς;

εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων ; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου ἐὰν μὴ ἁρπάσῃ τί;

εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι;

εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ μὴ πτοηθήσεται; εἰ ἔσται κακία ἐν πόλει ἣν Κύριος οὐκ ἐποίησεν;

διότι οὐ μὴ ποιήσει Κύριος ὁ θεὸς πρᾶγμα ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.

λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται Κύριος ὁ θεὸς ἐλάλησεν, καὶ τίς οὐ προφητεύσε;

Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου, καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας. καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ καταδυναστείαν τὴν ἐν αὐτῇ·

καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει Κύριος, οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν.

διὰ τοῦτο τάδε λέγει Κύριος ὁ θεός Τύρος κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου.

τάδε λέγει Κύριος Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι τῆς φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς.

ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακώβ, λέγει Κύριος ὁ θεὸς ὁ παντοκράτωρ,

διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ἰσραὴλ ἐπʼ αὐτόν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν·