Osee

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

πᾶσαι αἱ κακίαι αὐτῶν ἐν Γαλγάλ, ὅτι ἐκεῖ αὐτοὺς ἐμίσησα διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν· ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς, οὐ μὴ προσθήσω τοῦ ἀγαπῆσαι αὐτούς· πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες.

ἐπόνεσεν Ἐφράιμ· τὰς ῥίζας αὐτοῦ ἐξηράνθη, καρπὸν οὐκέτι μὴ ἐνέγκῃ· διότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα κοιλίας αὐτῶν.

ἀπώσεται αὐτοὺς ὁ θεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν.

Ἄμπελος εὐκληματοῦσα Ἰσραήλ, ὁ καρπὸς εὐθηνῶν αὐτῆς· κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτῆς ἐπλήθυνεν θυσιαστήρια, κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ ᾠκοδόμησεν στήλας.

ἐμέρισαν καρδίας αὐτῶν, [*](§ Γ) νῦυ ἀφανισθήσονται· αὐτὸς § κατασκάψει τὰ θυσιαστήρια αὐτῶν, ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν.

διότι νῦν ἐροῦσιν Οὐκ ἔστιν βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐφοβήθημεν τὸν κύριον. ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν,

λαλῶν ῥήματα προφάσεις ψευδεῖς; διαθήσεται διαθήκην, ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ.

τῷ μόσχῳ τοῦ οἴκου Ὢν παροικήσουσιν κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένθησεν λαὸς αὐτοῦ ἐπʼ αὐτόν· καὶ καθὼς παρεπίκραναν αὐτόν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσθη ἀπʼ αὐτοῦ.

καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες, ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ἰαρείμ· ἐν δόματι Ἐφράιμ δέξεται, καὶ αἰσχυνθήσεται Ἰσραὴλ ἐν τῇ βουλῇ αὐτοῦ.

ἀπέρριψεν Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος·

καὶ ἐξαρθήσονται βωμοὶ Ὤν ἁμαρτήματα τοῦ Ἰσραήλ· ἄκανθαι καὶ τρίδολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν· καὶ ἐροῦσιν τοῖς ὄρεσιν Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς Πέσατε ἐφʼ ἡμᾶς.

ἀφʼ οὗ οἱ [*](¶ Γ) βουνοί, ἥμαρτεν Ἰσραήλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς¶ ἐν [*](AQΓ) [*](13 τροπον] + ειδον AQ | παρεστη Qᵃ 14 μητραν] pr δος αυτοις AQ 15 εν] εις A | προσθησω] θησω Qᵃ (προσθ. Qmᵍ) 17 πλανηται] pr ως A X 1 αυτης ευθηνων AQ | αυτης 2⁰] ουτων A* ᵛⁱᵈ αυτου Aᵃ?Qᵃ | θυσιαστηρια] pr τα AQ κατα 2⁰] pr και A pr κατα τα θυσιαστηρια Q* ωκοδομησαν Q* (-σεν Qᵃ) 2 om ταλαιπ. αι στηλαι ουτων Q* (hab Qᵐᵍ) 4 λαλων ρηματα προφασεις] ν ρημ, ις Sup ras Aᵃ? | ανετελει A 5 κατοικουντες] pr οι AQΓ | οτι] δια τουτο A διοτι Γ | λαος] pr ο AQΓ απ] επ A 6 Ιαρειβ Qᵃ 7 απεριψεν Q* (απερρ. Qa) | βασιλεα] pr τον A | φρυγανον επι προσωπου] ον επι προ sup ras Aa (φρυγανεπιπροσ. A*ᵛⁱᵈ) | προσωπον A 8 εξαρ- θησονται] ται saltem Bᵇ⁽ᵐᵍ) εξαρτησονται Γ | καλυψατε] πεσετε εφ A | πεσατε (πεσετε Qa) εφ] καλυψατε A)

11
τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας

παιδεῦσαι αὐτούς· καὶ [*](B) συναχθήσονται ἐπʼ αὐτοὺς λαοί, ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν.

Ἐφράιμ δάμαλις δεδιδαγμένη ἀγαπᾷν νεῖκος, ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Ἐφράιμ, παρασιωπήσομαι Ἰούδαν, ἐνισχύσει αὐτῷ Ἰακώβ.