Osee

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

εἴπατε τῷ ἀδελφῷ ὑμῶν Λαός μου. καὶ τῆ ἀδελφῇ ὑμῶν Ἐλεημένη.

Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνὴ μου καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς. καὶ ἐξαρῶ τὴν πορνίαν αὐτῆς ἐκ προσώπου μου καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς,

ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνήν, καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡ ἡμέρα γενέσεως αὐτῆς· καὶ θήσω αὐτὴν ἔρημον καὶ τάξω αὐτὴν ὡς γῆν ἄνυδρον, καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει·

καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν.

ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά, ὅτι εἶπεν Πορεύσομαι ὀπίσω τῶν ἐραστῶν μου τῶν διδόντων μοι τοὺς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου, τὸ ἔλαιόν μου καὶ πάντα ὅσα μοι καθήκει.

διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψιν, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ·

καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς καὶ οὐ μὴ καταλάβῃ αὐτούς, καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρῃ αὐτούς, καὶ ἐρεῖ Πορεύσομαι καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἡ νῦν.

καὶ αὕτη οὐκ ἔγνω ὅτι ἐγὼ ἔδωκα αὐτῇ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ· αὕτη δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησεν τῇ Βάαλ.

διὰ τοῦτο ἐπιστρέψω καὶ κομιοῦμαι τὸν σῖτόν μου καθʼ ὥραν αὐτοῦ καὶ τὸν οἶνόν μου ἐν καιρῷ αὐτοῦ, καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς·

καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐνώπιον τῶν ἐραστῶν [*](AQ) [*](10 τω τοπω ου sup ras Bᵃᵇ | ερρηθη Qᵃ κληθησονται] pr εκει A | om και αυτοι A (μ θ΄ το καὶ Qᵐᵍ) 11 εαυτοις] αυτοις A | Ιεζραελ] Ιεσραελ Q II 1 λαος] pr ου Q* (om ου Q?) | ηλεημενη AᵇQ 1, 2 ηλεημενη... μοιχειαν Sup ras Aᵇ 2 πορνειαν BᵇAQ 3 εκδυσω] εκλυσω Bᵇ ᵛⁱᵈ η ημερα] om η A θησω] θησομαι AQ ερημον] pr ως AQ 6 οτι ειπεν] ειπεν γαρ A πορευσομαι] ακολουθησω A τα οθονια (ια sup ras A?vⁱᵈ) μου] + καὶ τον οινον Q¹ᵐᵍ το ελαιον] pr και AQ* (om Q?) 6 οδους] + αυτης AQ 7 αυτους 1⁰ sup ras Bᵃ? b⁽ᵛid) 8 δεδωκα AQ αργυριον] και χρυσιον Q¹mg 9 ασχημοσυνην] αισχυνην Q 10 ενωπιον] εναντιον AQ)

3
αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου·

καὶ [*](B) ἀποστρέψω πάσας τὰς εὐφροσύνας αὐτῆς, ἑορτὰς αὐτῆς καὶ τὰς νουμηνίας αὐτῆς καὶ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς πανηγύρεις αὐτῆς·