Osee

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ λαλήσω πρὸς προφήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα, [*](B) καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην.

εἰ μὴ Γαλαάδ ἐστιν, ἄρα ψευδεῖς ἤσαν ἐν Γαλαὰδ ἄρχοντες θυσιάζοντες, καὶ τά θυσιαστήρια αὐτῶν ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ.

καὶ ἀνεχώρησεν Ἰακὼβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικί, καὶ ἐν γυναικὶ ἐφυλάξατο.

καὶ ἐν προφήτῃ ἀνήγαγεν Κύριος τὸν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, καὶ ἐν προφήτῃ διεφυλάχθη.

ἐθύμωσεν Ἐφράιμ καὶ παρώργισεν· καὶ τὸ αἷμα αὐτοῦ ἐπʼ αὐτὸν ἐκχυθήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ Κύριος.

Κατὰ τὸν λόγον Ἐφράιμ δικαιώματα αὐτὸς ἔλαβεν ἐν τῷ Ἰσραήλ, καὶ ἔθετο αὐτά τῇ Βάαλ καὶ ἀπέθανεν.

καὶ προσέθεντο τοῦ ἁμαρτάνειν, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατʼ εἰκόνα εἰδώλων, ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς· αὐτοὶ λέγουσιν Θύσατε ἀνθρώπους. μόσχοι γὰρ ἐκλελοίπασιν.

διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη, ὡς χνοῦς ἀποφυσώμενος ἀφʼ ἅλωνος καὶ ὡς ἀτμὶς ἀπὸ δακρύων.

ἐγὼ δὲ Κύριος ὁ θεός σου, στερεῶν τὸν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατείαν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν· καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σώζων οὐκ ἔστιν παρέξ ἐμοῦ.

ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀοικήτῳ