Osee
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ εἶπεν Κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ λαός μου, διότι ὑμεῖς οὐ λαός [*](Inscr Ωσηε B Ωσ.α AQ I 1 Κυριου] κς QQ | Βεηρι Q | Οζιου BᵇAQ | AQ Αχαζ AQ | om και 4⁰ Q* (hab Qmg) | υιου] pr του A 2 εν] προς A Qmg | om βαδιζε A 3 Δεβηλαειμ AQ 4 Ιουδα] Ιηου Qmg | κατα- παυσω] αποστρεψω Q* (mg οι ο΄ καταπ.) 5 του Ισραηλ] om του Q* (superscr Qa) | κοιλαδι] pr τη AQ | 6 ελεησαι] pr του Q | Ισραηλ] pr του AQ 7 υιους] + Ιουδα AQ | ουδε quater] ουτε A | ουδε εν πο- λεμω] + ουτε εν αρμασιν A ουδε εν αρμ. Q* (ουδε εν πολ. Q¹(ᵐᵍ)))
Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται οὐδὲ ἐξαριθμηθήσεται καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, κληθήσονται καὶ αὐτοὶ υἱοὶ θεοῦ ζῶντος.
καὶ συναχθήσονται οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτό, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεζραέλ.
εἴπατε τῷ ἀδελφῷ ὑμῶν Λαός μου. καὶ τῆ ἀδελφῇ ὑμῶν Ἐλεημένη.