Osee

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ΛΟΓΟΣ Κυρίου ὃς ἐγενήθη πρὸς Ὡσῆε τὸν τοῦ Βεηρεὶ ἐν ἡμέραις [*](B) Ὀζείου καὶ Ἰωαθὰμ καὶ Ἀχὰς καὶ Ἑζεκίου βασιλέων Ἰούδα καὶ ἐν ἡμέραις Ἰεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ.

Ἀρχὴ λόγου Κυρίου ἐν Ὡσκῆε. καὶ εἶπεν Κύριος πρὸς Ὡσηέ Βάδιζε λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυρίου.

καὶ ἐπορεύθη καὶ ἔλαβεν τὴν Γόμερ θυγατέρα Δεβηλάιμ, καὶ συνέλαβεν καὶ ἔτεκεν αὐτῷ υἱόν.

καὶ εἶπεν Κύριος πρὸς αὐτόν Κάλεσον τὸ ὄνομα αὐτοῦ Ἰεζραέλ, διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεζραὲλ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ·