Psalmi Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- ἐν τῷ κεκραγέναι με πρὸς σέ μὴ παρασιωπήσῃς ἀπʼ ἐμοῦ.
- οὐ γὰρ λήψεται σκῦλα παρὰ ἀνδρὸς δυνατοῦ·
- καὶ τίς λήψεται ἀπὸ πάντων ὧν ἐποίησας, ἐὰν μὴ σὺ δῷς
- ὅτι ἄνθρωπος καὶ ἡ μερὶς αὐτοῦ παρὰ σοῦ ἐν σταθμῷ·
- οὐ προσθήσει τοῦ πλεονάσαι παρὰ τὸ κρίμα σου, ὁ θεός.
772
[*](r)- ἐν τῷ θλίκκδεσθαι ἡμᾶς ἐπικαλεσόμεθα εἰς βοήθειαν.
- καὶ σὺ οὐκ ἀποστρέψῃ τὴν δέησιν ἡμῶν,
- ὅτι σὺ ὁ θεὸς ἡμῶν εἶ.
- μὴ βαρύνῃς τὴν χεῖρά σου ἐφʼ ἡμᾶς.
- ἴνα μὴ δι᾿ ἀνάγκην ἁμάρτωμεν.
- καὶ ἐὰν μὴ ἐπιστρέψῃς ἡμᾶς, οὐκ ἀφεξόμεθα,
- ἀλλ ἐπὶ σ ἥξομεν·
- ἐὰν γὰρ πεινάσω, πρὸς σὲ κεκράξομαι, ὁ θεός,
- καὶ σὺ δώσεις μοι.