Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. καὶ σὺ ἐπακούσῃ, ὅτι τίς χρηστὸς καὶ ἐπιεικὴς ἀλλʼ ἡ πύ;
  2. εὐφρᾶναι ψυχὴν ταπεινοῦ ἐν τῷ ἀνοῖξαι χεῖρά σου ἐν ἐλέει.
  1. ἡ χρηστότης ἀνθρώπου ἐν φειδῷ, καὶ ἡ ἀέρι ον·
  2. καὶ ἐὰν δευτερώσῃ ἄνευ γογγυσμοῦ, καὶ τοῦτο θαυμάσειας.
[*](¶i)
  1. τὸ δὲ δόμα σου πολὺ μετὰ χρηστότητος ¶κοὶ πλούσιον,
  2. καὶ οὗ ἐστιν ἡ ἐλπὶς ἐπὶ σέ, οὐ φείσεται ἐν δόματι·
  1. ἐπὶ πᾶσαν τὴν γῆν τὸ ἔλεός σου, Κύριε, ἐν χρηστότητι.
  1. μακάριος οὕ μνημονεύει ὁ θεὸς ἐν συμμετρίᾳ αὐταρκίας·
  1. ἐὰν ὑπερπλεονάσῃ ὁ ἄνθρωπος, ἐξαμαρτάνει·
  1. ἱκανὸν τὸ μέτριον ἐν δικαιοσύνῃ,
  2. καὶ ἐν τούτῳ ἡ εὐλογία Κυρίου, εἰς πλησμονὴν ἐν δικαιοσύνῃ.
  1. ηὐφράνθησαν οἱ φοβούμενοι Κύριον ἐν ἀγαθοῖς,
  2. καὶ ἡ χρηστότης σου ἐπὶ Ἰσραὴλ τῇ βασιλείᾳ συυ.
  1. εὐλογημένη ἡ δόξα Κυρίου.
  2. ὅτι αὐτὸς βασιλεῖς ἡμῶν.