Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ἐὰν γὰρ πεινάσω, πρὸς σὲ κεκράξομαι, ὁ θεός,
  2. καὶ σὺ δώσεις μοι.
  1. τὰ πετεινὰ καὶ τοὺς ἰχθύας σὺ τρέφεις.
  2. ἐν τῷ διδόναι σὲ ὑετὸν ἐρήμοις εἰς ἀνατολὴν χλόης,
  3. ἑτοιμάσαι χορτάσματα ἐν ἐρήμῳ παντὶ ζῶντι·
  1. καὶ ἐὰν πεινάσωσιν, πρὸς σέ ἀροῦσιν πρόσωπον αὐτῶν.
  1. τοὺς βασιλεῖς καὶ ἄρχοντας καὶ λαοὺς σὺ τρέφεις, ὁ θεός,
  2. καὶ πτωχοῦ καὶ πένητος ἡ ἐλπὶς τίς ἐστιν εἰ μὴ σύ, Κύριε
  1. καὶ σὺ ἐπακούσῃ, ὅτι τίς χρηστὸς καὶ ἐπιεικὴς ἀλλʼ ἡ πύ;
  2. εὐφρᾶναι ψυχὴν ταπεινοῦ ἐν τῷ ἀνοῖξαι χεῖρά σου ἐν ἐλέει.
  1. ἡ χρηστότης ἀνθρώπου ἐν φειδῷ, καὶ ἡ ἀέρι ον·
  2. καὶ ἐὰν δευτερώσῃ ἄνευ γογγυσμοῦ, καὶ τοῦτο θαυμάσειας.
[*](¶i)
  1. τὸ δὲ δόμα σου πολὺ μετὰ χρηστότητος ¶κοὶ πλούσιον,
  2. καὶ οὗ ἐστιν ἡ ἐλπὶς ἐπὶ σέ, οὐ φείσεται ἐν δόματι·
  1. ἐπὶ πᾶσαν τὴν γῆν τὸ ἔλεός σου, Κύριε, ἐν χρηστότητι.
  1. μακάριος οὕ μνημονεύει ὁ θεὸς ἐν συμμετρίᾳ αὐταρκίας·