Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ἀνακαλύψαι ὁ θεὸς τὰ ἔργα ἀνθρώπων ἀνθρωπαρέσκων,
  2. ἐν καταγέλωτι καὶ μυκτηρισμῷ τὰ ἔργα αὐτοῦ.
  1. καὶ δικαιώσαισαν ὅσιοι τὸ κρίμα τοῦ θεοῦ αὐτῶν,
  2. ἐν τῷ ἐξαίρεσθαι ἁμαρτωλοὺς ἀπὸ προσώπου δικαίου,
  1. ἀνθρωπάρεσκον λαλοῦντα μόνον μετὰ δόλου.
  1. καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἐπʼ οἶκον ἀνδρὸς ἐν εὐσταθίᾳ, ὡς ὄφις,
  2. διαλῦσαι σοφίαν ἀλλήλων ἐν λόγοις παρανόμων.
  1. οἱ λόγοι αὐτοῦ παραλογισμοί,
  2. εἰς πρᾶξιν ἐπιθυμίας ἀδίκων.
  1. οὐκ ἀπέστη ἕως ἐνίκησεν σκορπίσαι ὡς ἐν ἀρφανίᾳ,
  2. καὶ ἠρήμωσεν οἶκον ἕνεκεν ἐπιθυμίας παρανόμου.
  1. παρελογίσατο ἐν λόγοις ὅτι οὐκ ἔστιν ὁρῶν καὶ κρίναων,
  1. ἐπλήσθη ἐν παρανομίᾳ ἐν ταύτῃ·
  2. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπ οἶκον ἕτερον ὀλοθρεῦσαι ἐν λόγοις
  3. ἀναπτερῶσεαος·
  4. οὐκ ἐμπίπλαται ἡ ψυχὴ αὐτοῦ, ὡς ἅδης, ἐν πᾶσι τούτοις