Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. καὶ παρώργισαν τὸν θεόν,
  2. καὶ παρώξυναν ἐξᾶραι αὐτοὺς ἀπὸ τῆς γῆς·
  3. ὅτι ψυχὰς ἀκάκων παραλογισμῷ ὑπεκρίνοντο.
  1. μακάριοι οἱ φοβούμενοι τὸν κύριον ἐν ἀκακίᾳ αὐτῶν·
  1. καὶ ὁ κύριος άύσεται αὐτοὺς ἀπὸ ἀνθρώπων δολίων κιὶ
  2. ἁμαρτωλῶν·
  3. καὶ bύσεται ἡμᾶς ἀπὸ παντὸς σκανδάλου παρανόμου.
  1. ἐξάραι ὁ θεὸς τοὺς ποιοῦντας ἐν ὑπερηφανίᾳ πᾶσαν ἀδικίαν,
  2. ὅτι κριτὴς μέγας καὶ κραταιὸς Κύριος ὁ θεὸς ἡμῶν ἐν δι.
  3. καιοσύνῃ.
  1. γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐπὶ πάντας τοὺς ἀγαπῶντάς σε.
  1. Φαλμὸς τῷ Σαλωμῶν.
    1. Κύριε ὁ θεός, αἰνέσω τῷ ἀνόματί σου ἐν ἀγαλλιάσει,
    2. ἐυ μέσῳ ἐπισταμένων τὰ κρίματά σου τὰ δίκαια.
    1. ὅτι εὔχρηστος καὶ ἐλεήμων ἡ καταφυγὴ τοῦ πτωχοῦ·
    1. ἐν τῷ κεκραγέναι με πρὸς σέ μὴ παρασιωπήσῃς ἀπʼ ἐμοῦ.
    1. οὐ γὰρ λήψεται σκῦλα παρὰ ἀνδρὸς δυνατοῦ·