Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ήρήμωσαν τὸν θρόνον Δαυὶδ ἐν ὑπερηφανίᾳ ἀλλάγματος.
  2. καὶ σύ, ὁ θεός, καταβαλεῖς αὐτούς, καὶ ἀρεῖς σπέρμα αὐτῶν
  3. ἀπὸ τῆς γῆς.
  1. ἐν τῷ ἐπαναστῆναι αὐτοῖς ἄνθρωπον ἀλλότριον γένους ἡμῶν.
  1. κατὰ τὰ ἁμαρτήματα αὐτῶν ἀποδώσεις αὐτοῖς, ὁ θεός,
  2. εὑρεθῆναι αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν.
[*](12 στήριξον hlnpV om εν τω ενισχυσαι σε την ψ. μου l 13 εν πενια hilmpv παιδειαν hmpv* 14 αυτου 10 ir] αυτης hlmpv XVII Σαλομων hibv μετ hilpv (doest tit in m) 1 συ] + αυτος hilmpv βασιλευς] + εις τον αιωνα ο θεος i ημων 1⁰] + και i om ημων 2⁰ hilmpv 3 ελπιζομεν i τον θεον τον σ. | θεον τον σ. himpv ελεου hilmpv 4 εθνη] + εν κρισει hilmpv 5 επι] εν l σπερματος] + αυτου hilnpv εκλιπεῖν il σου] το l 6 ημιν 1⁰] ημων i υπεθεντο i εξωσαν hilmpv om ουκ l μετα] pr και i αφειλοντο hilmpv 8 ερημωσαν i αλαλαγματος hmpv σπερμα] pr το hilnmpv 10 ευρεθειη hmpv)
784
[*](r)
  1. οὐκ ἐλεήσει αὐτοὺς ὁ θεός,
  2. ἐξερεύνησεν τὸ σπέρμα αὐτῶν καὶ οὐκ ἀφῆκεν οὐτων ἕνα·
  1. πιστὸς ὁ κύριος ἐν πᾶσι τοῖς κρίμασιν αὐτοῦ οἷς ποιεῖ ἐπί
  2. τὴν γῆν.
  1. ἠρήμωσεν ὁ ἄνομος ἐπὶ τὴν γῆν ἡμῶν ἀπὸ ἐνοικούντων αὐτήν·
  2. ἠφάνισαν νέον καὶ πρεσβύτην καὶ τέκνα αὐτῶν ἅμα.
  1. ἐν ἀργῇ κάλλους αὐτοῦ ἐξαπέστειλεν αὐτὰ ἕως ἐπὶ δυσμῶν,
  2. καὶ τοὺς ἄρχοντας τῆς γῆς εἰς ἐμπαιγμόν· καὶ οὐκ ἐφείσατο.
  1. ἐυ ἀλλοτριότητι ὁ ἐχθρὸς ἐποίησεν, ἐν ὑπερηφανία·
  2. καὶ ἡ καρδία αὐτοῦ ἀλλοτρία ἀπὸ τοῦ θεοῦ ἡμῶν.
  1. καὶ πάντα ὅσα ἐποίησεν ἐν Ἰερουσαλήμ,
  2. καθὼς καὶ τὰ ἔθνη ἐν ταῖς πόλεσι τοὺς θεοὺς αὐτῶν.
  1. καὶ ἐπεκρατοῦσαν αὐτῶν υἱοὶ τῆς διαθήκης ἐν μέσῳ ἐθνῶν
  2. συμμίκτον,
  3. οὐκ ἦν ὁ ποιῶν ἐν μέσῳ ἐν αὐτοῖς, ἐν Ἰερουσαλήμ, ἔλεος
  4. καὶ ἀλήθειαν.
  1. ἐφύγοσαν ἀπʼ αὐτῶν οἱ ἀγαπῶντες συναγωγὰς ὁσίων·
  2. ὡς στρουθία ἐξεπετάσθησαν ἀπὸ κοίτης αὐτῶν.