Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. καὶ τίς ὁ χρόνος ζωῆς ἀνθρώπου ἐπὶ τῆς γῆς
  2. κατὰ τὸν χρόνον αὐτοῦ καὶ ἡ ἐλπὶς αὐτοῦ ἐπʼ αὐτν.
  1. ἡμεῖς δὲ ἐλπιοῦμεν ἐπὶ τὸν θεὸν σωτῆρα ἡμῶν,
  2. ὅτι τὸ κράτος τοῦ θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα μετʼ ἐλέους,
  1. καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα ἐπὶ τὰ ἔθνη.
  1. σύ, Κύριε, ᾑρετίσω τὸν Δαυὶδ βασιλέα ἐπὶ Ἰσραήλ,
  2. καὶ σὺ ὠμοσας αὐτῷ περὶ τοῦ σπέρματος εἰς τὸν αἰῶνα,
  3. τοῦ μὴ ἐκλείπειν ἀπέναντί σου βασίλειον αὐτοῦ.
  1. καὶ ἐν ταῖς ἁμαρτίαις ἡμῶν ἐπανέστησαν ἡμῖν ἁμαρτωλοί,
  2. ἐπέθεντο ἡμῖν καὶ ἐξώσαντο ἡμᾶς·
  3. οἷς οὐκ ἐπηγγείλω, μετὰ βίας ἀφείλαντο,
  1. καὶ οὐκ ἐδόξασαν τὸ ὄνομά σου τὸ ἔντιμον·
  2. ἐν δόξῃ ἔθεντο βασίλειον ἀντὶ ὕψους αὐτῶν,
  1. ήρήμωσαν τὸν θρόνον Δαυὶδ ἐν ὑπερηφανίᾳ ἀλλάγματος.
  2. καὶ σύ, ὁ θεός, καταβαλεῖς αὐτούς, καὶ ἀρεῖς σπέρμα αὐτῶν
  3. ἀπὸ τῆς γῆς.
  1. ἐν τῷ ἐπαναστῆναι αὐτοῖς ἄνθρωπον ἀλλότριον γένους ἡμῶν.