Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. καὶ πάντα ὅσα ἐποίησεν ἐν Ἰερουσαλήμ,
  2. καθὼς καὶ τὰ ἔθνη ἐν ταῖς πόλεσι τοὺς θεοὺς αὐτῶν.
  1. καὶ ἐπεκρατοῦσαν αὐτῶν υἱοὶ τῆς διαθήκης ἐν μέσῳ ἐθνῶν
  2. συμμίκτον,
  3. οὐκ ἦν ὁ ποιῶν ἐν μέσῳ ἐν αὐτοῖς, ἐν Ἰερουσαλήμ, ἔλεος
  4. καὶ ἀλήθειαν.
  1. ἐφύγοσαν ἀπʼ αὐτῶν οἱ ἀγαπῶντες συναγωγὰς ὁσίων·
  2. ὡς στρουθία ἐξεπετάσθησαν ἀπὸ κοίτης αὐτῶν.
  1. ἐπλανῶντο ἐν ἐρήμοις, σωθῆναι ψυχὰς αὐτῶν ἀπὸ κακοῦ,
  2. καὶ τίμιον ἐν ὀφθαλμοῖς παροικίας ψυχὴ σεσωσμένη ἐξ
  3. αὐτῶν.
  1. ἐφύγοσαν ἀπʼ αὐτῶν οἱ ἀγαπῶντες συναγωγὰς ὁσίων·
  2. εἰς πᾶσαν τὴν γῆν ἐγενήθη σκορπισμὸς αὐτῶν ὑπὸ ἀνόμων.
  3. ὅτι ἀνέσχεν ὁ οὐρανὸς τοῦ στάξαι ὑετὸν ἐπὶ τὴν γῆν·
  1. πηγαὶ συνεσχέθησαν αἰώνιοι ἐξ ἀβύσσων, ἀπὸ ὀρέων
  2. ὑψηλῶν.
  3. ὅτι οὐκ ἣν ἐν αὐτοῖς ποιῶν δικαιοσύνην καὶ κρίμα·
  4. ἀπὸ ἄρχοντος αὐτῶ· καὶ λαοῦ ἐλαχίστου ἐν πάσῃ ἁμαρτίᾳ.
  1. ὁ βασιλεὺς ἐν παρανομίᾳ καὶ ὁ κριτὴς ἐν ἀπειθεία,
  2. καὶ ὁ λαὸς ἐν ἁμαρτίᾳ.
  1. ἲδὲ, Κύριε, καὶ ἀνάστησον αὐτοῖς τὸν βασιλέα αὐτῶν, υἱὸν Δαυίδ,
  2. εἰς τὸν καιρὸν ὸν ἴδες σύ, ὁ θεός,
  3. τοῦ βασιλεῦσαι ἐπὶ Ἰσραὴλ παῖδά σου.
[*](hilmpv)[*](11 ουκ 1⁰] pr κατα τα εργα ουτων hilmpv (om ουκ hmpv) εξηρευνησε himpv ουτων ενα ilr] αυτους hmpvv 12 κυριος] θεος i εποιησεν i 13 ερημωσεν i ανομος ilr] ανεμος hmpv om επι hilmpv τεκνα] pr τα i 14 ουτων i 15 εποιησε i εν υπερηφανια iv] υπερηφανιαν hlmpv του θεου om του i 16 τοις θεσις hilmpv 17 επεκρατουν hlmpv απεκρατουν i |υιοι pr οι hiimpv εν μεσω εν αυτοις εν] εν αυτοις εν μεσω hiimpv 18 εφυγον - hiimpv απο τουτων l om οσιων l εξεπετασαν l 20 om εφυγοσαν.. οσιων hilmpv σκορπισμος] pr ο hilmpv ενεσχεν i της γῆς i 21 αυτου i 22—23 ο βασιλευς ... υιον Δαυιδ post εις τον καιρον...παιδα σου pos i 23 υιον] υῶ r ειδcς i| ο1δcς hv οιδας mp om επι l)
785
  1. καὶ ὑπόζωσον αὐτὸν ἰσχὺν τοῦ θραῦσαι ἄρχοντας ἀδίκους.
[*](r)
  1. καθάρισον Ἰερουσαλὴμ ἀπὸ ἐθνῶν καταπατούντων ἐν ἀπωλείᾳ, ἐν σοφίᾳ, ἐν δικαιοσύνῃ
  1. ἐξῶσαι ἁμαρτωλοὺς ἀπὸ
  2. κληρονομίας,
  3. ἐκτρίψαι ὑπερηφανίαν ἁμαρτωλοῦ ὡς σκεύη κεραμέας,
  4. ἐν ὸάβδῳ σιδηρῷ συντρίψαι πᾶσαν ὑπόστασιν αὐτῶν·
  1. ὀλοθρεῦσαι ἔθνη παράνομα ἐν λόγῳ στόματος αὐτοῦ,
  2. ἐν ἀπειλῇ αὐτοῦ φυγεῖυ ἔθνη ἀπὸ προσώπου αὐτοῦ,
  3. καὶ ἐλέγξαι ἁμαρτωλοὺς ἐν λόγῳ καρδίας αὐτῶν
  1. καὶ συνάξει λαὸν ἅγιον οδ ἀφηγήσετα ι ἐν δικαιοσύνῃ,
  2. καὶ κρινεῖ φυλὰς λαοῦ ἡγασμέύου ὑπὸ Κυρίου θεοδ αὐτοῦ.
  1. καὶ οὐκ ἀφήσει ἀδικίαν ἐν μέσῳ αὐτῶν αὐλισθῆναι ἔτι,
  2. καὶ οὐ κατοικήσει πᾶς ἄνθρωπος μετʼ αὐτῶν εἰδὼὸς κακίαν.
  1. γνώσεται γὰρ αὐτοὺς ὅτι πάντες υἱοὶ θεοῦ εἰσιν αὐτῶν,
  2. καὶ καταμερίσει αὐτοὺς ἐν ταῖς φυλαῖς αὐτῶν ἐπὶ τῆς γῆς.