Psalmi Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- Ἐν τῷ νυστάξαι ψυχήν μου ἀπὸ Κυρίου,
- παρὰ μικρὸν ὠλίσθησα ἐν καταφορῷ ὕπνου.
- τῷ μακρὰν ἀπὸ θεοῦ παρʼ ὀλίγον ἐξεχύθη ἡ ψυχὴ μου εἰς
- θάνατον,
- σύνεγγυς πυλῶν ᾅδου μετὰ ἁμαρτωλοῦ·
- ἐν τῷ διενεχθῆναι ψυχήν μου ἀπὸ Κυρίου θεοῦ Ἰσραήλ,
- εἰ μὴ ὁ κύριος ἀντελάβετό μου τῷ ἐλέει αὐτοῦ εἰς τὸν αἰῶνα.
- ἔνυξέν με ὁὡς κέντρον ἵππου ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ,
- ὁ σαωτὴρ καὶ ἀντιλήπτωρ μου ἐν παντὶ καιρῷ ἔσωσέν με.
- ἐξομολογήσομαί σοι, ὁ θεός, ὅτι ἀντελάβου μου εἰς σωτηρίαν.
- καὶ οὐκ ἐλογίσω με μετὰ τῶν ἁμαρτωλῶν εἰς ἀπώλειαν.
- μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀπʼ ἐμοῦ, ὁ θεός,
- μηδέ τὴν μνήμην περὶ σοῦ ἀπὸ καρδίας ἕως θανάτου.
- ἐπικράτησόν μου, ὁ θεός, ἀπὸ ἁμαρτίας πονηρᾶς
- καὶ ἀπὸ πάσης γυναικὸς πονηρᾶς σκανδαλιζούσης ἄφρονα.
- καὶ μὴ ἀπατησάτω με κάλλος γυναικὸς παρανομούσης, [*](§c)
- καὶ παντὸς ὑποκειμένου¶ ἀπὸ ἁμαρτίας ἀνωφελοῦς.