Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ὅταν ἐξέλθῃ ἐφʼ ἁμαρτωλοὺς ἀπὸ προσώπου Κυρίου,
  2. ὀλεθρεῦσαι πᾶσαν ὑπόστασιν ἁμαρτωλῶν.
  1. ἰτὶ τὸ σημεῖον τοῦ θεοῦ ἐπὶ δικαίους εἰς σωτηρίαν·
  2. λιμὸς καὶ όομφαία καὶ θάνατος ἀπὸ δικαίων μακράν.
  1. φεύξονται γὰρ ὡς διωκόμενοι πολέμου ἀπὸ άσίων,
  2. καταδιώξονται δὲ ἁμαρτωλοὺς καὶ καταλήψονται
  3. καὶ οὐκ ἐκφεύξονται οἱ ποιοῦντες ἀνομίαν τὸ κρίμα Κυρίου,
  4. ὡς ὑπὸ πολεμίων ἐμπείρων καταλημφθήσονται.
  1. τὸ γὰρ σημεῖον τῆς ἀπωλείας ἐπὶ τοῦ μετώπου αὐτῶν,
  1. καὶ ἡ κληρονομία τῶν ἁμαρτωλῶν ἀπώλεια καὶ σκότος,
  2. καὶ ἀνομίαι αὐτῶν διώξονται αὐτοὺς ἕως ἅδου κάτω.
  1. ἡ κληρονομία αὐτῶν οὐχ είρεθήσεται τοῖς τέκνοις αὐτῶν,