Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. καὶ ἡ κληρονομία τῶν ἁμαρτωλῶν ἀπώλεια καὶ σκότος,
  2. καὶ ἀνομίαι αὐτῶν διώξονται αὐτοὺς ἕως ἅδου κάτω.
  1. ἡ κληρονομία αὐτῶν οὐχ είρεθήσεται τοῖς τέκνοις αὐτῶν,
[*](5 του θεου] αυτου c om l ταμεια (ταμιεια ch(i)lmpv)] pr τα c(i)l 6 ελεου chilmpv chilmpv κληρονομησουσι chmpv XV om τω cl Σαλομων chipv μετ ωδης hipv om cl (desttit in m) 1 βοηθειαν] pr την i ηλπισα] εσωθην r 2 συ] + ει i 3 τι i om σοι i 5 καινον ilr] και αινον hmpv μετα] chilmpv απαρχη cl απαρχης i 6 om οργη c 7 επι chilmpv ολο- θρευσαι chilmpv 8 μακραν απο δικα8ων chilmpv 9 διωκομενου chmprv πολεμου (cmniec Gebhardt)] απο λιμου ir λιμου clhhlmpv καταδιωξεται chilmp καταληψεται chilmpv Κυριου himprv| του θεου cl καταληφθῇ σονται hilr corr καταληφθησηται c 11 ανομιαι] pr αι chilmpv κατωτατου i 12 ουχ ευρεθησει sup ras r)
782
[*](r)
  1. αἱ γὰρ ἁμαρτίαι ἐξερημώσουσιν οἴκους ἁμαρτωλῶν·
  2. καὶ ἀπολοῦνται ἁμαρτωλοὶ ἐν ἡμέρα κρίσεως Κυρίου εἰς τὸν
  3. αἰῶνα,
  1. ὅταν ἐπισκέπτηται ὁ θεὸς τὴν γῆν ἐν κρίματι αὐτυῖ.
  1. οἱ δὲ φοβούμενοι τὸν κύριον ἐλεηθήσονται ἐν αὐτῇ,
  2. καὶ ζήσονται ἐν τῇ ἐλεημοσύνῃ τοῦ θεοῦ αὐτῶν·
  3. καὶ ἁμαρτωλοὶ ἀπολοῦνται εἰς τὸν αἰῶνα χρόνον.
  1. Ὓμνος τῷ Σαλωμῶν· εἰς ἀντίληψιν ὁσίοις
    1. Ἐν τῷ νυστάξαι ψυχήν μου ἀπὸ Κυρίου,
    2. παρὰ μικρὸν ὠλίσθησα ἐν καταφορῷ ὕπνου.
    1. τῷ μακρὰν ἀπὸ θεοῦ παρʼ ὀλίγον ἐξεχύθη ἡ ψυχὴ μου εἰς
    2. θάνατον,
    3. σύνεγγυς πυλῶν ᾅδου μετὰ ἁμαρτωλοῦ·
    1. ἐν τῷ διενεχθῆναι ψυχήν μου ἀπὸ Κυρίου θεοῦ Ἰσραήλ,
    2. εἰ μὴ ὁ κύριος ἀντελάβετό μου τῷ ἐλέει αὐτοῦ εἰς τὸν αἰῶνα.
    1. ἔνυξέν με ὁὡς κέντρον ἵππου ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ,
    2. ὁ σαωτὴρ καὶ ἀντιλήπτωρ μου ἐν παντὶ καιρῷ ἔσωσέν με.
    1. ἐξομολογήσομαί σοι, ὁ θεός, ὅτι ἀντελάβου μου εἰς σωτηρίαν.
    2. καὶ οὐκ ἐλογίσω με μετὰ τῶν ἁμαρτωλῶν εἰς ἀπώλειαν.
    1. μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀπʼ ἐμοῦ, ὁ θεός,
    2. μηδέ τὴν μνήμην περὶ σοῦ ἀπὸ καρδίας ἕως θανάτου.
    1. ἐπικράτησόν μου, ὁ θεός, ἀπὸ ἁμαρτίας πονηρᾶς
    2. καὶ ἀπὸ πάσης γυναικὸς πονηρᾶς σκανδαλιζούσης ἄφρονα.
    1. καὶ μὴ ἀπατησάτω με κάλλος γυναικὸς παρανομούσης,
    2. [*](§c)
    3. καὶ παντὸς ὑποκειμένου¶ ἀπὸ ἁμαρτίας ἀνωφελοῦς.
    1. τὰ ἔργα τῶν χειρῶν μου κατεύθυνον ἐν τόπῳ σου,
    2. καὶ τὰ διαβήματά μου ἐν τῇ μνήμῃ σου διαφύλαξον.
    1. τὴν γλῶσσάν μου καὶ τὰ χείλη μου ἐν λόγοις ἀληθείας
    2. περίστειλον,
    3. ργὴν καὶ θυμὸν ἄλογον μακρὰν ποίησον ἀπʼ ἐμοῦ.
    1. γογγυσμὸν καὶ ὀλιγοψυχίαν ἐυ θλίψει μάκρυνον ἀπʼ ἐμοῖ.
    2. [*](chilmpv)[*](13 αι] και i] αμαρτιαι] ανομιαι chilmpv εξερημωσωσιν r αμαρτωλοι] pr οι hlmpv 14 αυτου] + αποδουναι αμαρτωλοις εις τον αιωνα χρονον hmpv 15 om και αμαρτωλοι... χρονον hmpv απολουνται αμαρτωλοι i απολ. οι αμ. cl XVI μνος cilr] ψαλμος hpv Σαλομων chipv om οσιοις hpv (deeλt tit in m) 1 ωλισθησαν l υπνωσα i om εν cl καταφθορα climv 2 τω μακραν] το μ. γενεσθαι i 3 Κυριος] θεος i μου 2⁰] + εις σωτηριαν i 4—5 om ενυξεν...εις σωτηριαν i 4 ενυξε chimpv εσωσε chIimpv 5 αντελαβετο r 6 om πει chilmpv καρδιας] + μου chilmpv 7 8 om απο αμαρτιας... και 10 i 10 αλογον] ν sup ras i 11 om γογγυσμον...εμου l)
      783
    3. ἐὰν ἁμαρτήσω ἐν τῷ σε παιδεύειν είς επιστροφην.
    [*](r)
    1. εὺδοκίᾳ δέ μετὰ ἱλαρότητος στήρισον τήν ψυχὴν μου·
    2. ἐν τῷ ἐνισχῦσαί σε τὴν ψυχὴν μου ἀρκέσει μοι τὸ δοθέν.
    1. ὅτι ἐὰν μὴ σὺ ἐνισχύσῃς, τίς ὑφέξεται παιδείαν ἐν πενίᾳ,
    1. ἐν τῷ ἐλέγχεσθαι ψυχὴν ἐν χειρὶ σαπρίας αὐτοῦ;
    2. ἡ δοκιμασία σου ἐν σαρκὶ αὐτοῦ καὶ ἐν θλίψει πενίας·
    1. ἐν τῷ ὑπομεῖναι δίκαιον ἐν τούτοις ἐλεηθήσεται ὑπὸ Κυρίου.