Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ῇδιὰ τοῦτο ἡ κληρονρμία αὐτῶν ἅδης καὶ σκότος καὶ ἀπώλεια,
  2. καὶ οὐχ εὑρεθήσονται ἐν ἡμέρᾳ ἐλέους δικαίων.
  3. οἱ δὲ ὅσιοι Κυρίου κληρονομήσουσιν ζωὴν ἐν εὐφροσύνῃ.
  1. ψαλμὸς τῳ Σαλωμὼν μετὰ ᾠδῆς.
    1. Ἐν τῷ θλίίδεσθαί με ἐπεκαλεσάμην τὸ ὄνομα Κυρίου,
    2. εἰς βοήθειαν ἤλπισα τοῦ θεοῦ Ἰακώβ, καὶ ἐσώθην·
    1. ὅτι ἐλπὶς καὶ καταφυγὴ τῶν πτωχῶν σύ, ὁ θεός.
    1. τίς γὰρ ἰσχύει, ὁ θεός, εἰ μὴ ἐξομολογήσασθαί σοι ἐν ἀληθείᾳ;
    1. καὶ τί δυνατὸς ἄνθρωπος, εἰ μὴ ἐξομολογήσασθαι τῳ ὀνό-
    2. ματί σου;
    1. ψαλμὸν καινὸν μετὰ ψδῆς ἐν εὐφροσύνῃ καρδίας,
    2. καρπὸν χειλέων ἐν ἀργάνῳ ἡρμοσμένῳ γλώσσης.
    3. ἀπαρχὴν χειλέων ἀπὸ καρδίας ὁσίας καὶ δικαίας·
    1. ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ἀπὸ κικοῦ,
    2. φλὸξ πυρὸς καὶ ὀργὴ ἀδίκων οὐχ ἅψεται αὐτοῦ·
    1. ὅταν ἐξέλθῃ ἐφʼ ἁμαρτωλοὺς ἀπὸ προσώπου Κυρίου,
    2. ὀλεθρεῦσαι πᾶσαν ὑπόστασιν ἁμαρτωλῶν.