Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. π ᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς ὁ θεός,
  2. ἵνα παρέλθῃ Ἰσραὴλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν,
  1. ἔνδυσαι, Ἰερουσαλήμ, τὰ ἱμάτια τῆς δόξης σου,
  2. ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου·
  3. ὅτι ὁ θεὸς ἐλάλησεν ἀγαθὰ Ἰσραὴλ
  4. εἰς τὸν αἰῶνα καὶ ἔτι.
  1. ποιήσαι Κύριος ἅ ἐλάλησεν ἐπὶ Ἰσραὴλ καὶ Ἰερουσαλήμ·
  2. ἀναστήσαι Κύριος τὸν Ἰσραὴλ ἐν ὀνύματι δάξης αὐτοί.
  3. τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ἰσραὴλ
  4. εἰς τὸν αἰῶνα καὶ ἔτι
[*](chilmpv)[*](5 γαρ cilr] om hmpv 6 Κυριος] ο κυριος clilmpv κριμασιν] pr εν i | το ονομα |hmpv Κυριου] + εις τον αιωνα i 5 δοξασουσι chlmpv δοξα- σωσι i 9 επ chilmpv σωφροσυνην hmprv] ευφροσυνην cil XI 1 Σαλ. ωμων |] Σαλομων hipv Σολομων r (doest tit in m) 2 ελεησεν i | Ισραηλ] pr εν tmpv αυτου i 3 om τα i om εις i απο 20] υπο cthilmpv 5 ορη] ὄροι i 6 εφυγον chilmpv δρυμοι] βουνοι c εσκιασαν] εσκιρτησαν mp 7 orm θεου i 8 αγαθα εις τον αιωνα και ετι Ισραηλ c corr| (οιη pro Ιηλ c*) 9 Ιερουσαλημ| pr εν hlmpv om το cl)
    779
  1. Τῷ Σαλωμών· ἐν γλώσσῃ παρανόμων.
    1. Κύριε, ῥῦσαι τὴν ψυχὴν μου ἀπὸ ἀνδρὸς παρανόμου καὶ
    2. [*](r)
    3. πονηροῦ,
    4. ἀπὸ γλώσσης παρανόμου καὶ ψιθυρου καὶ λαλούσης ψευδῆ
    5. καὶ δόλια·
    1. ἐν ποικιλίᾳ στροφῆς οἱ λόγοι τῆς γλώσσης ἀνδρὸς πονηρῦ.
    2. ὥσπερ ἐν λαῷ πῦρ ἀνάπτον καλλονὴν αὐτοῦ
    1. ἡ παροικία αὐτοῦ, ἐμπλῆσαι οἴκους ἐν γλώσσῃ ψεύδει
    2. ἐκκόψαι δένδρα εὐφροσύνης φλογιζούσης παρανόμους.
    1. συνχέαι οἴκους παρανόμους ἐν πολέμῳ χείλεσι ψιθύροις.
    2. μακρύναι ὁ θεὸς ἀπὸ ἀκάκων χείλη παρανόμων ἐν ἀπορίᾳ,
    3. καὶ σκορπισθείησαν ὀστᾶ ψιθύρων ἀπὸ φοβουμένων Κύριον
    1. ἐν πυρὶ φλογὸς γλῶσσα ψιθυρὸς ἀπόλοιτο ἀπὸ ὁσίων.
    1. φυλάξαι Κύριος ψυχὴν ἡσύχιον μισοῦσαν ἀδίκους,
    2. καὶ κατευθύναι Κύριος ἄνδρα ποιοῦντα εἰρήνην ἐν οἴκῳ.
    1. τοῦ κυρίου ἡ σωτηρία ἐπὶ Ἰσραὴλ παῖδα αὐτοῦ εἰς τὸν αἰῶνα,
    1. καὶ ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου Κυρίου ἅπαξ,
    2. καὶ ὅσιοι Κυρίου κληρονομήσαισαν ἐπαγγελίας.