Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- μὴ δικαιοῦ ἔναντι Κυρίου,
- καὶ παρὰ βασιλεῖ μὴ σοφίζου.
- μὴ ζήτει γενέσθαι κριτής.
- μὴ οὐκ ἐξισχύσεις ἐξᾶραι ἀδικίας·
- μή ποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου,
- καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου.
- μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως,
- καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ.
- μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν,
- ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ.
- μὴ εἴπῃς Τῷ πλήθει τῶν δώρων μου ἐπόψεται,
- καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται.
- μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου,
- καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς.
- μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ·
- ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν.
- μὴ ἀροτρία ψεῦδος ἐπ᾿ ἀδελφῷ σου.
- μηδέ φίλῳ τὸ ὅμοιον ποίει.
- μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος·
- ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν.
- μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων,¶ [*](¶C)
- καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου.
- μὴ μισήσῃς ἐπίπονον ἐργασίαν
- καὶ γεωργίαν ὑπὸ Ὑψίστου ἐκτισμένην.
- μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν·
- ταπείνωσον σφόδρα τὴν ψυχήν σου.
- μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ,
- ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ,
658
[*](Β)- μὴ ἀλλάξῃς φίλον ἕνεκεν ἀδιαφόρου,
- μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφείρ.
- μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς,
- καὶ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον.
- μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθεία,
- μηδὲ μίσθιον διδόντα ψυχὴν αὐτοῦ·
- οἰκέτην ἀγαθὸν ἀγαπάτω σου ἡ ψυχή·
- μὴ στερήσῃς αὐτὸν ἐλευθερίας.
- Κτήνη σοί ἐστιν ; ἐπισκέπτου αὐτά,
- καὶ εἰ ἔστιν σοι χρήσιμα, ἐμμενέταω σοι.